Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.33.1-13.33.3

处死雅典将领与狄奥克勒斯自尽

第 212 段,共 723 段 · 希腊语

内容简介

受到拉刻代蒙人演说的影响,叙拉古群众决定处死敌方将军,并将雅典俘虏囚禁于石矿场。随后,以严酷立法著称的狄奥克勒斯因无意中违反了自己制定的“禁止携带武器进入广场”的法律,为了维护法律的效力而拔剑自尽。

§13.33.1τοιαῦτα διαλεχθέντος τοῦ Λάκωνος μετέπεσε τὸ πλῆθος καὶ τὴν Διοκλέους γνώμην ἐκύρωσεν.
当拉刻代蒙人如此说完后,群众改变了心意,批准了狄奥克勒斯的提案。
διόπερ οἱ μὲν στρατηγοὶ παραχρῆμα ἀνῃρέθησαν καὶ οἱ σύμμαχοι, οἱ δʼ Ἀθηναῖοι παρεδόθησαν εἰς τὰς λατομίας, ὧν ὕστερον οἱ μὲν ἐπὶ πλεῖον παιδείας μετεσχηκότες ὑπὸ τῶν νεωτέρων ἐξαρπαγέντες διεσώθησαν, οἱ δὲ λοιποὶ σχεδὸν ἅπαντες ἐν τῷ δεσμωτηρίῳ κακούμενοι τὸν βίον οἰκτρῶς κατέστρεψαν.
因此,将军们和盟友们被立即处死,而雅典人则被送入石矿场;他们之中,后来那些接受过较高教育的人被年轻人们救出而幸存,而其余几乎所有人都在牢狱中遭受折磨,悲惨地结束了一生。
§13.33.2μετὰ δὲ τὴν κατάλυσιν τοῦ πολέμου Διοκλῆς τοὺς νόμους ἀνέγραψε τοῖς Συρακοσίοις, καὶ συνέβη παράδοξον περὶ τὸν ἄνδρα τοῦτον γενέσθαι περιπέτειαν.
战争结束之后,狄奥克勒斯为叙拉古人编纂了法律,而这个男人身上却发生了一场意想不到的命运逆转。
ἀπαραίτητος γὰρ ἐν τοῖς ἐπιτιμίοις γενόμενος καὶ σκληρῶς κολάζων τοὺς ἐξαμαρτάνοντας, ἔγραψεν ἐν τοῖς νόμοις, ἐάν τις ὅπλον ἔχων εἰς τὴν ἀγορὰν παραγένηται, θάνατον εἶναι πρόστιμον, οὔτε ἀγνοίᾳ δοὺς οὔτε ἄλλῃ τινὶ περιστάσει συγγνώμην.
因为他在惩罚方面毫不妥协,严厉惩治违法者,他在法律中写道,如果有人携带武器进入广场,惩罚便是死刑,无论是因为无知还是任何其他情况,都不给予宽恕。
§13.33.3προσαγγελθέντων δὲ πολεμίων ἐπὶ τῆς χώρας ἐξεπορεύετο ξίφος ἔχων· αἰφνιδίου δὲ στάσεως καὶ ταραχῆς κατὰ τὴν ἀγορὰν γενομένης, ἀγνοήσας μετὰ τοῦ ξίφους παρῆν εἰς τὴν ἀγοράν.
当有报告称敌人已进入领土时,他携带佩剑出征;然而,由于广场上突然发生了动乱和骚动,他无意中带着佩剑进入了广场。
τῶν δὲ ἰδιωτῶν τινος κατανοήσαντος καὶ εἰπόντος, ὅτι τοὺς ἰδίους αὐτὸς καταλύει νόμους, ἀνεβόησε, Μὰ Δία οὐ μὲν οὖν, ἀλλὰ καὶ κυρίους ποιήσω.
当一名普通公民注意到这一点并说,他自己正在废除自己的法律时,他大喊道:“不,发誓在宙斯面前,绝非如此,相反,我还要使它们生效。
καὶ σπασάμενος τὸ ξίφος ἑαυτὸν ἀπέκτεινεν.
”于是,他拔出佩剑自杀了。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些事情便是发生在这一个年份里。

词汇与语法注释

  1. §13.33.1ὧν ὕστερον οἱ μὲν ἐπὶ πλεῖον παιδείας μετεσχηκότες — 关系代词属格 ὧν 是指向先行词 οἱ δʼ Ἀθηναῖοι 的部分属格。此外,παιδείας 是受动词 μετέχω 的完成时分词 μετεσχηκότες 支配的属格宾语。
  2. §13.33.2συνέβη παράδοξον περὶ τὸν ἄνδρα τοῦτον γενέσθαι περιπέτειαν — 无人称动词 συνέβη 携带一个作为其主语的“对格+不定式”结构,其中 παράδοξον... περιπέτειαν 作为不定式 γενέσθαι 的主格对格。
  3. §13.33.2οὔτε ἀγνοίᾳ δοὺς οὔτε ἄλλῃ τινὶ περιστάσει συγγνώμην — 不定过去时分词 δοὺς(源自 δίδωμι)修饰主语(狄奥克勒斯),支配与格 ἀγνοίᾳ 和 περιστάσει 作为间接宾语,并支配对格 συγγνώμην 作为直接宾语。
  4. §13.33.3Μὰ Δία οὐ μὲν οὖν, ἀλλὰ καὶ κυρίους ποιήσω — Μὰ Δία 是常用于否定陈述的誓言公式,在此增强了表示强烈否定或修正的 οὐ μὲν οὖν。κυρίους(κύριος 的复数对格)作为宾语补足语,修饰语境中被省略的宾语 νόμους。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.33.1-13.33.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.33.1-13.33.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。