§13.32.1νὴ Δία, ἀλλὰ Νικίας ὑπὲρ Συρακοσίων ἐπολιτεύσατο καὶ μόνος συνεβούλευσε μὴ πολεμεῖν.
的确,发誓在宙斯面前,但有人会说:“尼西阿斯曾为叙拉古人的利益执政,并且是唯一建议不要开战的人。
τὸν μὲν ἐκεῖ γεγενημένον λόγον ἀκούομεν, τὰ δʼ ἐνταῦθα πεπραγμένα τεθεωρήκαμεν.
”我们听到了他在那里的言论,但我们亲眼目睹了他在这里的所作所为。
§13.32.2ὁ γὰρ ἀντειπὼν ἐκεῖ περὶ τῆς στρατείας, ἐνταῦθα στρατηγὸς ἦν τῆς δυνάμεως· καὶ ὁ πολιτευόμενος ὑπὲρ Συρακοσίων, ἀπετείχισεν ὑμῶν τὴν πόλιν· καὶ ὁ φιλανθρώπως διακείμενος πρὸς ὑμᾶς, Δημοσθένους καὶ τῶν ἄλλων ἁπάντων βουλομένων λῦσαι τὴν πολιορκίαν, μόνος ἐβιάσατο μένειν καὶ πολεμεῖν.
因为在留在那边反对远征的同一个人,来到这里却成了这支军队的主帅;而那个为叙拉古人的利益执政的人,用围墙封锁了你们的城市;那个对你们心怀善意的人,在德摩斯梯尼和所有其他人都希望解除包围时,唯独他强行坚持留下并继续战斗。
διόπερ ἔγωγε νομίζω μὴ δεῖν παρʼ ὑμῖν πλέον ἰσχῦσαι τὸν μὲν λόγον τῶν ἔργων, τὴν δʼ ἀπαγγελίαν τῆς πείρας, τὰ δʼ ἀφανῆ τῶν ὑπὸ πάντων ἑωραμένων.
因此,我至少认为,在你们中间,言辞不应比行动更有力量,传闻不应比经验更有力量,而看不见的事物也不应比所有人亲眼目睹的事物更有力量。
§13.32.3νὴ Δίʼ, ἀλλὰ καλὸν μὴ ποιεῖν τὴν ἔχθραν αἰώνιον.
的确,发誓在宙斯面前,但有人会说:“不使仇恨永存是件美好的事。
οὐκοῦν μετὰ τὴν τῶν ἠδικηκότων κόλασιν, ἐὰν ὑμῖν δοκῇ, προσηκόντως διαλύσεσθε τὴν ἔχθραν.
”那么,在惩罚了行不义者之后,如果你们愿意,届时再以适当的方式化解仇恨。
οὐ γὰρ δίκαιον, ὅταν μὲν κρατῶσιν, ὡς δούλοις χρῆσθαι τοῖς ἡλωκόσιν, ὅταν δὲ κρατηθῶσιν, ὡς οὐδὲν ἠδικηκότας συγγνώμης τυγχάνειν.
因为这并不公正:当他们得势时,将俘虏当作奴隶对待;而当他们战败时,却能像从未行过不义一般获得宽恕。
καὶ τοῦ μὲν δοῦναι δίκην ὧν ἔπραξαν ἀφεθήσονται, λόγῳ δʼ εὐσχήμονι καθʼ ὃν ἂν χρόνον αὐτοῖς συμφέρῃ τῆς φιλίας μνημονεύσουσιν.
而且他们将免于为自己的所作所为付出代价,却会在对他们有利的时候,用冠冕堂皇的话语来提起曾经的友好。
§13.32.4ἐῶ γὰρ ὅτι τοῦτο πράξαντες σὺν πολλοῖς ἄλλοις καὶ τοὺς Λακεδαιμονίους ἀδικήσετε, ὑμῶν χάριν κἀκεῖ τὸν πόλεμον ἐπανῃρημένους καὶ ἐνταῦθα συμμαχίαν ἀποστείλαντας· ἐξῆν γὰρ αὐτοῖς ἀγαπητῶς ἄγειν εἰρήνην καὶ περιορᾶν τὴν Σικελίαν πορθουμένην.
因为我且不提:这样做,除了许多其他人之外,你们还会对拉刻代蒙人行不义,他们为了你们的缘故而在那边重新开战,并向这边派遣了盟军;毕竟他们本可以安享和平,对西西里遭受蹂躏视而不见。
§13.32.5διόπερ ἐὰν τοὺς αἰχμαλώτους ἀφέντες φιλίαν συνάπτησθε, προδόται φανήσεσθε τῶν συμμαχησάντων, καὶ τοὺς κοινοὺς ἐχθροὺς δυνάμενοι ταπεινῶσαι, τοσούτους στρατιώτας ἀποδόντες πάλιν ἰσχυροὺς κατασκευάσετε.
因此,如果你们释放俘虏并缔结友好,你们将被视为背叛了与你们共同战斗的人;并且在有能力削弱共同敌人的情况下,通过归还如此多的士兵,使他们重新变得强大。
οὐ γὰρ ἄν ποτʼ ἔγωγε πιστεύσαιμι, ὡς Ἀθηναῖοι τηλικαύτην ἔχθραν ἐπανῃρημένοι βεβαίαν φυλάξουσι τὴν φιλίαν, ἀλλʼ ἀσθενεῖς μὲν ὄντες ὑποκριθήσονται τὴν εὔνοιαν, ἀναλαβόντες δʼ αὑτοὺς τὴν ἀρχαίαν προαίρεσιν εἰς τέλος ἄξουσιν.
因为我决不相信,雅典人结下了如此深仇大恨,还会保持稳固的友好;相反,在弱小的时候,他们会伪装出善意,而一旦恢复过来,他们就会把原先的意图贯彻到底。
§13.32.6ἐγὼ μὲν οὖν, ὦ Ζεῦ καὶ πάντες θεοί, μαρτύρομαι πάντας ὑμᾶς μὴ σώζειν τοὺς πολεμίους, μὴ ἐγκαταλιπεῖν τοὺς συμμάχους, μὴ πάλιν ἕτερον ἐπάγειν τῇ πατρίδι κίνδυνον.
因此,我,噢,宙斯和众神,呼吁你们所有人为证,并警告你们:切勿拯救敌人,切勿抛弃盟友,切勿再次给祖国带来别的危险。
ὑμεῖς δέ, ὦ ἄνδρες Συρακόσιοι, τούτους ἀφέντες, ἐὰν ἀποβῇ τι δυσχερές, οὐδʼ ἀπολογίαν ἑαυτοῖς εὐσχήμονα καταλείψετε.
而你们,叙拉古人,如果释放了这些人,一旦出现任何不测,你们甚至连一个体面的辩解机会都无法留给自己。