§13.33.1τοιαῦτα διαλεχθέντος τοῦ Λάκωνος μετέπεσε τὸ πλῆθος καὶ τὴν Διοκλέους γνώμην ἐκύρωσεν.
ラケダイモン人がこのように語ると、群衆は心変わりし、ディオクレスの提案を可決した。
διόπερ οἱ μὲν στρατηγοὶ παραχρῆμα ἀνῃρέθησαν καὶ οἱ σύμμαχοι, οἱ δʼ Ἀθηναῖοι παρεδόθησαν εἰς τὰς λατομίας, ὧν ὕστερον οἱ μὲν ἐπὶ πλεῖον παιδείας μετεσχηκότες ὑπὸ τῶν νεωτέρων ἐξαρπαγέντες διεσώθησαν, οἱ δὲ λοιποὶ σχεδὸν ἅπαντες ἐν τῷ δεσμωτηρίῳ κακούμενοι τὸν βίον οἰκτρῶς κατέστρεψαν.
それゆえ、将軍たちと同盟者は直ちに処刑され、アテナイ人たちは石切り場に引き渡された。 彼らのうち、後に、より高度な教育を身につけていた者たちは若い人々によって救い出されて生き延びたが、残りの者たちはほぼ全員、牢獄の中で虐げられてその生涯を悲惨に終えた。
§13.33.2μετὰ δὲ τὴν κατάλυσιν τοῦ πολέμου Διοκλῆς τοὺς νόμους ἀνέγραψε τοῖς Συρακοσίοις, καὶ συνέβη παράδοξον περὶ τὸν ἄνδρα τοῦτον γενέσθαι περιπέτειαν.
戦争の終結の後、ディオクレスはシラクサ人のために法律を起草したが、この男に関して奇妙な運命の逆転劇が起こることとなった。
ἀπαραίτητος γὰρ ἐν τοῖς ἐπιτιμίοις γενόμενος καὶ σκληρῶς κολάζων τοὺς ἐξαμαρτάνοντας, ἔγραψεν ἐν τοῖς νόμοις, ἐάν τις ὅπλον ἔχων εἰς τὴν ἀγορὰν παραγένηται, θάνατον εἶναι πρόστιμον, οὔτε ἀγνοίᾳ δοὺς οὔτε ἄλλῃ τινὶ περιστάσει συγγνώμην.
というのも、彼は刑罰を科すにあたって容赦がなく、法を犯した者たちを厳しく処罰していたが、法律の中に、もし誰かが武器を手にして広場に現れたなら、その罰は死刑とする、と定めており、無知に対しても、他のいかなる事情に対しても、一切の寛恕を与えることをしなかったのである。
§13.33.3προσαγγελθέντων δὲ πολεμίων ἐπὶ τῆς χώρας ἐξεπορεύετο ξίφος ἔχων·
敵が領土内に侵入したとの知らせが入ると、彼は剣を手にして出陣した。
αἰφνιδίου δὲ στάσεως καὶ ταραχῆς κατὰ τὴν ἀγορὰν γενομένης, ἀγνοήσας μετὰ τοῦ ξίφους παρῆν εἰς τὴν ἀγοράν.
しかし、広場で突然の騒乱と混乱が発生したため、彼は気づかずに剣を帯びたまま広場に入ってしまった。
τῶν δὲ ἰδιωτῶν τινος κατανοήσαντος καὶ εἰπόντος, ὅτι τοὺς ἰδίους αὐτὸς καταλύει νόμους, ἀνεβόησε, Μὰ Δία οὐ μὲν οὖν, ἀλλὰ καὶ κυρίους ποιήσω.
市民の一人がそれに気づいて、彼自身が自らの作った法律を破っていると指摘すると、彼は叫んだ。 「いや、ゼウスにかけて断じて違う。 むしろ、法律を有効なものにしてみせよう」。
καὶ σπασάμενος τὸ ξίφος ἑαυτὸν ἀπέκτεινεν.
そして、剣を抜いて自らを刺し殺した。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
さて、これらの出来事がこの年の間に起こったのである。