Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.31.1-13.31.5

雅典民众的战争责任与反驳推脱给阿尔西比亚德斯

第 210 段,共 723 段 · 希腊语

内容简介

尼科劳斯指出雅典人过去残暴而不敬的神圣行为,认为他们不配获得同情。他驳斥了将战争责任全推给倡议者阿尔西比亚德斯的辩解,强调投票的民众应当为他们自己的集体选择和决策承担责任。

§13.31.1οὐκ ἔστιν οὖν τούτοις δίκαιος ἀποκείμενος ἔλεος· αὐτοὶ γὰρ αὐτὸν ἐπὶ τῶν ἰδίων ἀκληρημάτων ἀνῃρήκασι.
因此,并没有公正的同情在等待着他们;因为他们自己在面对自身的厄运时,已经亲手将这同情消灭了。
ποῦ γὰρ ἄξιον τούτοις καταφυγεῖν;
他们还能逃往哪里避难呢?
πρὸς θεούς, ὧν τὰς πατρίους τιμὰς ἀφελέσθαι προείλοντο;
是去神明那里吗,那些他们曾企图剥夺其祖传尊荣的神明?
πρὸς ἀνθρώπους, οὓς δουλωσόμενοι παρεγένοντο;
是去人们那里吗,那些他们曾为了奴役而造访的人们?
Δήμητρα καὶ Κόρην καὶ τὰ τούτων ἐπικαλοῦνται μυστήρια, τὴν ἱερὰν αὐτῶν νῆσον πεπορθηκότες;
在掠夺了她们的圣岛之后,他们难道还要呼唤德墨忒尔、科瑞以及她们的秘仪吗?
§13.31.2ναί, ἀλλʼ οὐκ αἴτιον τὸ πλῆθος τῶν Ἀθηναίων, ἀλλʼ Ἀλκιβιάδης ὁ ταῦτα συμβουλεύσας.
是的,但有人会说,错不在雅典的平民大众,而在于提出这些建议的阿尔西比亚德斯。
ἀλλʼ εὑρήσομεν τοὺς συμβούλους κατὰ τὸ πλεῖστον στοχαζομένους τῆς τῶν ἀκουόντων βουλήσεως, ὥσθʼ ὁ χειροτονῶν τῷ ῥήτορι λόγον οἰκεῖον ὑποβάλλει τῆς ἑαυτοῦ προαιρέσεως.
然而,我们会发现,建言者在大多数情况下都顺应着听众的意愿,因此投赞成票的人,实际上是在向演说家灌输符合自己选择的言论。
οὐ γὰρ ὁ λέγων κύριος τοῦ πλήθους, ἀλλʼ ὁ δῆμος ἐθίζει τὸν ῥήτορα τὰ βέλτιστα λέγειν χρηστὰ βουλευόμενος.
因为并非说话的人主宰着大众,而是民众通过心怀善意的决断,使演说家习惯于说出最有利的话。
§13.31.3εἰ δὲ τοῖς ἀδικοῦσιν ἀνήκεστα συγγνώμην δώσομεν, ἐὰν εἰς τοὺς συμβούλους τὴν αἰτίαν ἀναφέρωσιν, εὐχερῆ τοῖς πονηροῖς τὴν ἀπολογίαν παρεξόμεθα.
如果行不义之行且造成无可挽回后果的人,每当把责任归咎于建言者时,我们便给予宽恕,那我们就是为作恶者提供了便利的辩护借口。
ἁπλῶς δὲ πάντων ἐστὶν ἀδικώτατον τῶν μὲν εὐεργεσιῶν μὴ τοὺς συμβούλους, ἀλλὰ τὸν δῆμον ἀπολαμβάνειν τὰς χάριτας παρὰ τῶν εὖ παθόντων, τῶν δʼ ἀδικημάτων ἐπὶ τοὺς ῥήτορας μεταφέρειν τὴν τιμωρίαν.
说到底,在所有事情中最不公正的是:当产生恩惠时,受惠者表达感激的对象不是建言者,而是民众;而当发生不义时,惩罚却被转嫁到演说家身上。
§13.31.4καὶ ἐπὶ τοσοῦτόν τινες ἐξεστήκασι τῶν λογισμῶν, ὥστʼ Ἀλκιβιάδην, εἰς ὃν τὴν ἐξουσίαν οὐκ ἔχομεν, φασὶ δεῖν τιμωρεῖσθαι, τοὺς δʼ αἰχμαλώτους ἀγομένους ἐπὶ τὴν προσήκουσαν τιμωρίαν ἀφεῖναι, καὶ πᾶσιν ἐνδείξασθαι, διότι τὴν δικαίαν μισοπονηρίαν οὐκ ἔσχηκεν ὁ δῆμος τῶν Συρακοσίων.
甚至有些人糊涂到了这种地步,竟然说应当惩罚我们对其毫无支配能力的阿尔西比亚德斯,却释放正被带去接受应得惩罚的战俘,从而向所有人表明,叙拉古的民众并没有对邪恶怀有公正的憎恨。
§13.31.5εἰ δὲ καὶ κατʼ ἀλήθειαν αἴτιοι γεγόνασιν οἱ σύμβουλοι τοῦ πολέμου, μεμφέσθω τὸ μὲν πλῆθος τοῖς ῥήτορσιν ὑπὲρ ὧν ἐξηπάτησαν, ὑμεῖς δὲ δικαίως μετελεύσεσθε τὸ πλῆθος ὑπὲρ ὧν ἠδίκησθε.
但即使建言者真的是战争的起因,民众大可因为自己被蒙骗而责怪演说家,而你们则理所应当为自己所受的不义去追究民众的责任。
καθόλου δʼ εἰ μὲν ἐπιστάμενοι σαφῶς ἠδίκησαν, διʼ αὐτὴν τὴν προαίρεσιν ἄξιοι τιμωρίας, εἰ δʼ εἰκῇ βουλευσάμενοι τὸν πόλεμον ἐξήνεγκαν, οὐδʼ ὣς αὐτοὺς ἀφετέον, ἵνα μὴ σχεδιάζειν ἐν τοῖς τῶν ἄλλων βίοις ἐθισθῶσιν.
总而言之,如果他们是在心知肚明的情况下行不义,那么仅凭这一蓄意抉择就该受罚;如果他们是因草率策划而发动战争,也绝不能放过他们,免得他们习惯于在别人的生命上轻举妄动。
οὐ γὰρ δίκαιόν ἐστι τὴν Ἀθηναίων ἄγνοιαν Συρακοσίοις φέρειν ἀπώλειαν, οὐδʼ ἐν οἷς τὸ πραχθὲν ἀνήκεστόν ἐστιν, ἐν τούτοις ἀπολογίαν ὑπολείπεσθαι τοῖς ἁμαρτάνουσι.
因为雅典人的无知凭什么要给叙拉古人带来灭顶之灾,这并不公正;在所作所为已造成无可挽回后果的情况下,也不应当给犯错者留下任何辩解的余地。

词汇与语法注释

  1. §13.31.1αὐτοὶ γὰρ αὐτὸν ἐπὶ τῶν ἰδίων ἀκληρημάτων ἀνῃρήκασι — 代词 αὐτόν 指代前句中的 ἔλεος(同情)。该句意为:尽管他们现在身处厄运(ἀκληρημάτων)之中,但他们自己过去的残暴行径已经亲手消灭了(ἀνῃρήκασι)他们获得同情的资格。
  2. §13.31.2ὥσθʼ ὁ χειροτονῶν τῷ ῥήτορι λόγον οἰκεῖον ὑποβάλλει τῆς ἑαυτοῦ προαιρέσεως — 由 ὥστε 引导的结果从句。主语 ὁ χειροτονῶν(举手投票者,即代表雅典平民大众)为单数形式。属格 τῆς ἑαυτοῦ προαιρέσεως 依附于形容词 οἰκεῖον,意为“适合于他(投票者)自己选择的”。该句揭示了在公民大会中拥有决定权的民众,实际上是在指引演说家说出符合自己意图的話。
  3. §13.31.3ἁπλῶς δὲ πάντων ἐστὶν ἀδικώτατον... τῶν μὲν εὐεργεσιῶν... τῶν δʼ ἀδικημάτων — 属格 τῶν μὲν εὐεργεσιῶν 和 τῶν δʼ ἀδικημάτων 分别表示两个对比的不定式从句的主题(“关于恩惠”与“关于不义”)。它们引入了两个带对格的不定式短语(τὸν δῆμον ἀπολαμβάνειν 和 μεταφέρειν)的讨论核心,作为对非人称表达 πάντων ἐστὶν ἀδικώτατον(“在所有事情中是最不公正的”)的补充和具体展开。
  4. §13.31.5ὑμεῖς δὲ δικαίως μετελεύσεσθε τὸ πλῆθος ὑπὲρ ὧν ἠδίκησθε — 动词 μετέρχομαι(此处为将来时 μετελεύσεσθε)意为“追究、惩罚”,接对格表示人(τὸ πλῆθος),并用 ὑπέρ 接属格(ὧν ἠδίκησθε)来表示申诉的原因(“因为你们所受的不义”)。ὧν 是关系代词的先行词吸收及格同化,相当于 τούτων ἃ ἠδίκησθε(其中 ἠδίκησθε 为被动语态“你们被不公对待”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.31.1-13.31.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.31.1-13.31.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。