§13.31.1οὐκ ἔστιν οὖν τούτοις δίκαιος ἀποκείμενος ἔλεος·
したがって、彼らに対して正当な同情が用意されているわけではない。
αὐτοὶ γὰρ αὐτὸν ἐπὶ τῶν ἰδίων ἀκληρημάτων ἀνῃρήκασι.
彼ら自身が、自らの不幸においてそれを無効にしてしまったのだから。
ποῦ γὰρ ἄξιον τούτοις καταφυγεῖν;
彼らが逃れるに値する場所がどこにあろうか。
πρὸς θεούς, ὧν τὰς πατρίους τιμὰς ἀφελέσθαι προείλοντο;
神々のもとか、彼らがその祖伝の栄誉を奪うことを選んだ神々のもとか。
πρὸς ἀνθρώπους, οὓς δουλωσόμενοι παρεγένοντο;
人々のもとか、彼らを奴隷化するためにやって来たその人々のもとか。
Δήμητρα καὶ Κόρην καὶ τὰ τούτων ἐπικαλοῦνται μυστήρια, τὴν ἱερὰν αὐτῶν νῆσον πεπορθηκότες;
彼女たちの聖なる島を略奪しておきながら、デメテルとコレ、そして彼女たちの秘儀を呼び求めるというのか。
§13.31.2ναί, ἀλλʼ οὐκ αἴτιον τὸ πλῆθος τῶν Ἀθηναίων, ἀλλʼ Ἀλκιβιάδης ὁ ταῦτα συμβουλεύσας.
なるほど、だがアテナイの民衆に罪があるのではなく、これらを勧告したアルキビアデスに罪があるのだと言う者もいよう。
ἀλλʼ εὑρήσομεν τοὺς συμβούλους κατὰ τὸ πλεῖστον στοχαζομένους τῆς τῶν ἀκουόντων βουλήσεως, ὥσθʼ ὁ χειροτονῶν τῷ ῥήτορι λόγον οἰκεῖον ὑποβάλλει τῆς ἑαυτοῦ προαιρέσεως.
しかし、勧告者たちは大抵の場合、聞き手の望みに照準を合わせていることがわかるだろう。 したがって、挙手投票する者こそが、弁論家に対して自らの選択に適した言葉を吹き込んでいるのである。
οὐ γὰρ ὁ λέγων κύριος τοῦ πλήθους, ἀλλʼ ὁ δῆμος ἐθίζει τὸν ῥήτορα τὰ βέλτιστα λέγειν χρηστὰ βουλευόμενος.
なぜなら、話す者が民衆の主人なのではなく、民衆の側が、善いことを志すことによって、弁論家に最善のことを語るよう習慣づけるからである。
§13.31.3εἰ δὲ τοῖς ἀδικοῦσιν ἀνήκεστα συγγνώμην δώσομεν, ἐὰν εἰς τοὺς συμβούλους τὴν αἰτίαν ἀναφέρωσιν, εὐχερῆ τοῖς πονηροῖς τὴν ἀπολογίαν παρεξόμεθα.
もし、取り返しのつかない不義を働く者たちが、勧告者に責任を帰するたびに、私たちが彼らに許しを与えるとするなら、私たちは悪人たちに容易な弁明の道を提供することになるだろう。
ἁπλῶς δὲ πάντων ἐστὶν ἀδικώτατον τῶν μὲν εὐεργεσιῶν μὴ τοὺς συμβούλους, ἀλλὰ τὸν δῆμον ἀπολαμβάνειν τὰς χάριτας παρὰ τῶν εὖ παθόντων, τῶν δʼ ἀδικημάτων ἐπὶ τοὺς ῥήτορας μεταφέρειν τὴν τιμωρίαν.
そして端的に言って、すべての不条理の中で最も甚だしいのは、恩恵については、勧告者ではなく民衆が、恩恵を受けた人々から感謝を受け取る一方で、不義については、その罰を弁論家たちに転嫁することである。
§13.31.4καὶ ἐπὶ τοσοῦτόν τινες ἐξεστήκασι τῶν λογισμῶν, ὥστʼ Ἀλκιβιάδην, εἰς ὃν τὴν ἐξουσίαν οὐκ ἔχομεν, φασὶ δεῖν τιμωρεῖσθαι, τοὺς δʼ αἰχμαλώτους ἀγομένους ἐπὶ τὴν προσήκουσαν τιμωρίαν ἀφεῖναι, καὶ πᾶσιν ἐνδείξασθαι, διότι τὴν δικαίαν μισοπονηρίαν οὐκ ἔσχηκεν ὁ δῆμος τῶν Συρακοσίων.
そして、一部の人々は正気を失っているあまり、私たちが何の権力も及ぼせないアルキビアデスを処罰すべきだと言う一方で、ふさわしい処罰へと連行されている捕虜たちを釈放し、シラクサの民衆が邪悪に対する正当な憎しみを持っていないことをすべての人に示すべきだ、と主張しているほどである。
§13.31.5εἰ δὲ καὶ κατʼ ἀλήθειαν αἴτιοι γεγόνασιν οἱ σύμβουλοι τοῦ πολέμου, μεμφέσθω τὸ μὲν πλῆθος τοῖς ῥήτορσιν ὑπὲρ ὧν ἐξηπάτησαν, ὑμεῖς δὲ δικαίως μετελεύσεσθε τὸ πλῆθος ὑπὲρ ὧν ἠδίκησθε.
しかし、たとえ実際に勧告者たちが戦争の原因であったとしても、民衆の側は自分たちが騙されたことについて弁論家たちを責めるがよい、しかしあなた方は、自分たちが不義を被ったことについて、当然のごとく民衆を追及すべきである。
καθόλου δʼ εἰ μὲν ἐπιστάμενοι σαφῶς ἠδίκησαν, διʼ αὐτὴν τὴν προαίρεσιν ἄξιοι τιμωρίας, εἰ δʼ εἰκῇ βουλευσάμενοι τὸν πόλεμον ἐξήνεγκαν, οὐδʼ ὣς αὐτοὺς ἀφετέον, ἵνα μὴ σχεδιάζειν ἐν τοῖς τῶν ἄλλων βίοις ἐθισθῶσιν.
総じて言えば、もし彼らが十分に承知の上で不義を働いたのであれば、その選択自体のゆえに処罰に値する。 また、もし彼らが無謀な計画によって戦争を起こしたのだとしても、彼らを釈放すべきではない。 他人の命を弄んで軽率に振る舞うことに、彼らが慣れてしまわないようにするためである。
οὐ γὰρ δίκαιόν ἐστι τὴν Ἀθηναίων ἄγνοιαν Συρακοσίοις φέρειν ἀπώλειαν, οὐδʼ ἐν οἷς τὸ πραχθὲν ἀνήκεστόν ἐστιν, ἐν τούτοις ἀπολογίαν ὑπολείπεσθαι τοῖς ἁμαρτάνουσι.
アテナイ人の無知がシラクサ人に破滅をもたらすことは正義ではないし、なされたことが取り返しのつかない事柄において、過ちを犯した者たちに弁明の余地が残されるべきでもないからである。