Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.30.1-13.30.7

对雅典贪婪侵略与往昔暴行的谴责

第 209 段,共 723 段 · 希腊语

内容简介

演说者谴责雅典人的贪婪与傲慢,指责他们在未受任何挑衅的情况下入侵叙拉古。他列举了雅典人过去对米蒂利尼和米洛斯等希腊同胞的残酷行迹,声称如果叙拉古被攻陷,他们必定会施加更残酷的惩罚。

§13.30.1τί γὰρ τῶν αἰσχίστων οὐκ ἐβουλεύσαντο, τί δὲ τῶν δεινοτάτων οὐκ ἔπραξαν;
因为,最可耻的事有什么是他们不曾企图的,最可怕的事有什么是他们不曾犯下的?
πλεονεξίας ἴδιόν ἐστι τὸ ταῖς ἰδίαις εὐτυχίαις οὐκ ἀρκούμενον τῶν πόρρω κειμένων καὶ μηδὲν προσηκόντων ἐπιθυμεῖν· οὗτοι ταῦτʼ ἔπραξαν.
不满足于自身已有的幸运,反而去觊觎远隔重洋、毫无瓜葛的事物,这正是贪婪的特征;而这些人正是这样做的。
εὐδαιμονέστατοι γὰρ ὄντες τῶν Ἑλλήνων, τὴν εὐτυχίαν ὥσπερ βαρὺ φορτίον οὐ φέροντες, τὴν πελάγει τηλικούτῳ διειργομένην Σικελίαν ἐπεθύμησαν κατακληρουχῆσαι, τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενοι.
因为他们本是希腊人中最幸福的,却无法承受这幸运,将其视作沉重的负担,竟渴望将那相隔如此辽阔海洋的西西里据为己有,并将那里的居民贬为奴隶。
§13.30.2δεινόν ἐστι μὴ προαδικηθέντας πόλεμον ἐπιφέρειν· καὶ τοῦτʼ ἐνήργησαν.
在未曾预先受到侵害的情况下发起战争,是极其可怕的事;而他们将此付诸了行动。
φίλοι γὰρ ὄντες τὸν ἔμπροσθεν χρόνον, ἐξαίφνης ἀνελπίστως τηλικαύτῃ δυνάμει Συρακοσίους ἐπολιόρκησαν.
因为他们此前一直是朋友,却突然且出人意料地用如此庞大的兵力包围了叙拉古人。
§13.30.3ὑπερηφάνων ἐστὶ τὸ τῶν μήπω κρατηθέντων προλαμβάνοντας τὴν τύχην καταψηφίζεσθαι τιμωρίαν· οὐδὲ τοῦτο παραλελοίπασι.
在尚未被征服的人们身上,便预先断定命运而宣告惩罚,这是傲慢之徒的特征;而他们也同样做出了这种事。
πρὸ τοῦ γὰρ ἐπιβῆναι τῆς Σικελίας γνώμην ἐκύρωσαν Συρακοσίους μὲν καὶ Σελινουντίους ἐξανδραποδίσασθαι, τοὺς δὲ λοιποὺς διδόναι φόρους ἀναγκάζειν.
因为在踏上西西里之前,他们便通过了决议,要将叙拉古人和塞利努斯人贬为奴隶,并强迫其余的人缴纳贡税。
ὅταν οὖν περὶ τοὺς αὐτοὺς ἀνθρώπους ὑπάρχῃ πλεονεξία, ἐπιβουλή, ὑπερηφανία, τίς ἂν νοῦν ἔχων αὐτοὺς ἐλεήσειεν;
那么,当贪婪、阴谋和傲慢同时存在于这同一群人身上时,任何有理智的人又怎会同情他们呢?
§13.30.4ἐπεί τοί γε Ἀθηναῖοι πῶς ἐχρήσαντο Μιτυληναίοις;
那么,雅典人究竟是如何对待米蒂利尼人的?
κρατήσαντες γὰρ αὐτῶν, ἀδικῆσαι μὲν οὐδὲν βουλομένων, ἐπιθυμούντων δὲ τῆς ἐλευθερίας, ἐψηφίσαντο τοὺς ἐν τῇ πόλει κατασφάξαι.
在制服他们时,尽管对方并不想作恶,而只是渴望自由,雅典人却投票决定屠杀城里的所有人。
§13.30.5ὠμόν τε καὶ βάρβαρον τὸ πεπραγμένον.
这一所作所为既残酷又野蛮。
καὶ ταῦτα ἐξήμαρτον εἰς Ἕλληνας, εἰς συμμάχους, εἰς εὐεργέτας πολλάκις γεγενημένους.
而且,他们竟然对希腊同胞、对盟友、对多次成为其恩人的人犯下如此罪行。
μὴ δὴ νῦν ἀγανακτούντων, εἰ τοιαῦτα πρὸς τοὺς ἄλλους πράξαντες αὐτοὶ παραπλησίας τεύξονται τιμωρίας· δικαιότατον γάρ ἐστιν, ὃν καθʼ ἑτέρων νόμον τις ἔθηκε, τούτῳ χρώμενον μὴ ἀγανακτεῖν.
那么,既然他们曾对他人做出过这种事,现在自己遭受相近的惩罚时,就绝不该愤愤不平;因为最公正不过的是,一个人在面对自己针对他人所制定的法律时,若自己也依此受审,就不应当心怀怨恨。
§13.30.6καὶ τί λέγω Μηλίους, οὓς ἐκπολιορκήσαντες ἡβηδὸν ἀπέκτειναν, καὶ Σκιωναίους, οἳ συγγενεῖς ὄντες τῆς αὐτῆς Μηλίοις τύχης ἐκοινώνησαν;
此外,我又何必提及梅洛斯人呢? 他们在被围攻攻陷后,成年男子皆被屠杀;还有斯基奥奈人,作为同族,他们也遭遇了与梅洛斯人相同的命运。
ὥστε δύο δήμους πρὸς Ἀττικὴν ὀργὴν ἐπταικότας οὐδὲ τοὺς κηδεύσοντας ἔχειν τὰ τῶν τετελευτηκότων σώματα.
以至于这两个因触怒雅典人而覆灭的城邦,甚至没有一个人来为死者收尸。
§13.30.7οὐ Σκύθαι τοῦτʼ ἔπραξαν, ἀλλʼ ὁ προσποιούμενος φιλανθρωπίᾳ διαφέρειν δῆμος ψηφίσμασι τὰς πόλεις ἄρδην ἀνῄρηκεν.
做出这种事的并不是斯基泰人,而是那自诩在人道上高人一等的雅典公民群体,用他们的法令将这些城市连根拔起。
ἤδη λογίζεσθε, τί ἂν ἔπραξαν, εἰ τὴν τῶν Συρακοσίων πόλιν ἐξεπόρθησαν·
现在你们且想想,要是他们攻破了叙拉古城,又会做出什么事来!
οἱ γὰρ τοῖς οἰκείοις οὕτως ὠμῶς χρησάμενοι τοῖς μηδὲν προσήκουσι βαρυτέραν ἂν ἐξεῦρον τιμωρίαν.
因为那些对自己的同胞都如此残忍的人,对毫无干系的外人必定会发明出更加严酷的惩罚。

词汇与语法注释

  1. 13.30.1πλεονεξίας ἴδιόν ἐστι — 属格 `πλεονεξίας` 与中性形容词作名词使用的 `ἴδιον`(特有的性质、特征)连用,作谓语性属格(特征属格),意为“这是贪婪的特征”。接下来的不定式短语 `τὸ ... ἐπιθυμεῖν` 用作句子的主语。
  2. 13.30.5ὃν καθʼ ἑτέρων νόμον τις ἔθηκε, τούτῳ χρώμενον μὴ ἀγανακτεῖν — 该句型表现出先行词 `νόμος` 被吸引至关系从句中、并与关系代词 `ὅν` 发生同化(宾格)的现象。此外,宾格分词 `χρώμενον` 与由无人称句 `δικαιότατόν ἐστι` 引导的不定式 `μὴ ἀγανακτεῖν` 的逻辑主语(泛指的主体)在格上保持宾格一致。
  3. 13.30.6τοὺς κηδεύσοντας — 带冠词的将来时主动分词,用于表示目的的名词性用法(“将要举行葬礼并予以埋葬的人”)。与前面的否定小词 `οὐδέ` 连用,强调了“甚至没有任何人来为死者收尸”的悲惨结果。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.30.1-13.30.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.30.1-13.30.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。