§13.29.1πῶς οὖν οὐκ ἄτοπον, ἄνδρες Συρακόσιοι, τοὺς μὲν τετελευτηκότας ἑκούσιον ὑπὲρ ὑμῶν ἑλέσθαι θάνατον, ὑμᾶς δὲ ὑπὲρ ἐκείνων μηδὲ παρὰ τῶν πολεμιωτάτων λαβεῖν τιμωρίαν, καὶ ἐπαινεῖν μὲν τοὺς ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τοὺς ἰδίους ἀναλώσαντας βίους, περὶ πλείονος δὲ τὴν τῶν φονέων ποιεῖσθαι σωτηρίαν τῆς ἐκείνων τιμῆς;
因此,叙拉古的男子汉们,那些死去的人为你们选择了自愿的死亡,而你们却甚至不为他们向最凶恶的敌人进行惩罚,并且,你们一方面赞美那些为了共同的自由而牺牲自己生命的人,另一方面却把杀人凶手的安全看得比那些人的荣誉更重要,这难道不是荒谬的吗?
§13.29.2κοσμεῖν ἐψηφίσασθε δημοσίᾳ τοὺς τάφους τῶν μετηλλαχότων· καὶ τίνα καλλίονα κόσμον εὑρήσετε τοῦ κολάσαι τοὺς ἐκείνων αὐτόχειρας;
你们已投票决定用公费装饰逝者的坟墓;但除了惩罚那些亲手杀害他们的人之外,你们还能找到什么更好的装饰呢?
εἰ μὴ νὴ Δία πολιτογραφήσαντες αὐτοὺς βούλεσθε καταλιπεῖν ἔμψυχα τρόπαια τῶν μετηλλαχότων.
除非,凭着宙斯起誓,你们想把他们登记为公民,让他们作为逝者活生生的战胜纪念碑留存下来。
§13.29.3ἀλλὰ μεταβαλόντες τὴν τῶν πολεμίων προσηγορίαν γεγόνασιν ἱκέται·
但是,有人会说,他们改变了敌人的称呼,已经变成了求诉者。
πόθεν αὐτοῖς ταύτης τῆς φιλανθρωπίας συγκεχωρημένης;
他们凭什么能获得这种人道待遇呢?
οἱ γὰρ ἀπʼ ἀρχῆς τὰ περὶ τούτων νόμιμα διατάξαντες τοῖς μὲν δυστυχοῦσι τὸν ἔλεον, τοῖς δὲ διὰ πονηρίαν ἀδικοῦσιν ἔταξαν τιμωρίαν.
因为从一开始制定相关法律的人,为遭遇不幸的人规定了同情,而为因邪恶而作恶的人规定了惩罚。
§13.29.4ἐν ποτέρᾳ δὴ τάξει θῶμεν τοὺς αἰχμαλώτους;
那么,我们究竟应该把俘虏归入哪一类呢?
ἐν τῇ τῶν ἠτυχηκότων;
归入遭遇不幸者的那一类吗?
καὶ τίς αὐτοὺς τύχη μὴ προαδικηθέντας ἐβιάσατο πολεμεῖν Συρακοσίοις καὶ τὴν παρὰ πᾶσιν ἐπαινουμένην εἰρήνην ἀφέντας ἐπὶ κατασκαφῇ παρεῖναι τῆς ὑμετέρας πόλεως;
又是怎样的命运,在他们未曾预先受到侵害的情况下,强迫他们与叙拉古人作战,并放弃那受到所有人赞美的和平,为了彻底摧毁你们的城市而来临呢?
§13.29.5διόπερ ἑκουσίως ἑλόμενοι πόλεμον ἄδικον εὐψύχως ὑπομενόντων τὰ τούτου δεινά, καὶ μή, κρατοῦντες μέν, ἀπαραίτητον ἐχόντων τὴν καθʼ ὑμῶν ὠμότητα, σφαλέντες δέ, τοῖς τῆς ἱκεσίας φιλανθρώποις παραιτείσθων τὴν τιμωρίαν.
因此,由于他们自愿选择了一场非正义的战争,就让他们勇敢地承受这场战争的灾难吧;而不要在他们得势时对你们怀有无法平息的残酷,一旦失败,却又企图借着求诉的人道待遇来规避惩罚。
§13.29.6εἰ δʼ ἐλέγχονται διὰ πονηρίαν καὶ πλεονεξίαν τοιούτοις ἐλαττώμασι περιπεπτωκότες, μὴ καταμεμφέσθων τὴν τύχην, μηδʼ ἐπικαλείσθων τὸ τῆς ἱκεσίας ὄνομα.
如果事实证明,他们是因为邪恶和贪婪而落入如此不幸之中,就让他们不要抱怨命运,也不要诉诸求诉的名义。
τοῦτο γὰρ παρʼ ἀνθρώποις φυλάττεται τοῖς καθαρὰν μὲν τὴν ψυχήν, ἀγνώμονα δὲ τὴν τύχην ἐσχηκόσιν.
因为这一权利在人类中,是为那些拥有纯洁心灵却遭遇无情命运的人保留的。
§13.29.7οὗτοι δʼ ἁπάντων τῶν ἀδικημάτων πλήρη τὸν βίον ἔχοντες οὐδένα τόπον αὐτοῖς βάσιμον εἰς ἔλεον καὶ καταφυγὴν ἀπολελοίπασι.
而这些人,其一生充满了各种罪恶,没有给自己留下任何通往同情和庇护的余地。