§13.28.1Νικόλαος μὲν οὖν πρὸς τοὺς Συρακοσίους τοιούτοις χρησάμενος λόγοις κατέπαυσε τὴν δημηγορίαν, συμπαθεῖς ποιήσας τοὺς ἀκούοντας.
于是,尼科拉乌斯对叙拉古人说了这些话,便结束了演说,使听众产生了同情。
Γύλιππος δʼ ὁ Λάκων ἀπαραίτητον τὸ πρὸς Ἀθηναίους μῖσος διαφυλάττων, ἀναβὰς ἐπὶ τὸ βῆμα τῶν λόγων τὴν ἀρχὴν ἐντεῦθεν ἐποιήσατο.
而拉哥尼亚人吉利普斯对雅典人怀着无法化解的仇恨,登上讲坛,从这里开始了讲话。
§13.28.2θαυμάζω μεγάλως, ἄνδρες Συρακόσιοι, θεωρῶν ὑμᾶς οὕτως ταχέως, περὶ ὧν ἔργῳ κακῶς πεπόνθατε, περὶ τούτων τῷ λόγῳ μεταδιδασκομένους.
“叙拉古的男子汉们,看到你们在实际中深受其害的事上,如此迅速地因言语而改变心意,我感到非常惊讶。
εἰ γὰρ ὑμεῖς ὑπὲρ ἀναστάσεως κινδυνεύσαντες πρὸς τοὺς ἐπὶ κατασκαφῇ τῆς πατρίδος ὑμῶν παραγεγενημένους ἀνεῖσθε τοῖς θυμοῖς, τί χρὴ νῦν ἡμᾶς διατείνεσθαι τοὺς μηδὲν ἠδικημένους;
因为,如果你们曾在灭国之灾的危险中挣扎,却对那些为了彻底摧毁你们祖国而到来的人平息了怒火,那么我们这些未受任何侵害的人,现在又何必极力去坚持什么呢?
§13.28.3δότε δέ μοι πρὸς θεῶν, ἄνδρες Συρακόσιοι, συγγνώμην τὴν συμβουλίαν ἐκτιθεμένῳ μετὰ παρρησίας· Σπαρτιάτης γὰρ ὢν καὶ τὸν λόγον ἔχω Σπαρτιάτην.
看在神明的份上,叙拉古的男子汉们,请宽恕我率直地提出建议;因为作为一个斯巴达人,我的言辞也是斯巴达式的。
καὶ πρῶτον ἄν τις ἐπιζητήσειε, πῶς Νικόλαος ἐλεῆσαί φησι τοὺς Ἀθηναίους, οἳ τὸ γῆρας αὐτοῦ διὰ τὴν ἀπαιδίαν ἐλεεινὸν πεποιήκασι, καὶ παριὼν εἰς ἐκκλησίαν ἐν ἐσθῆτι πενθίμῃ δακρύει καὶ λέγει δεῖν οἰκτείρειν τοὺς φονεῖς τῶν ἰδίων τέκνων.
首先,人们会追问,尼科拉乌斯怎能说要怜悯雅典人? 正是这些人因让他失去孩子而使他的晚年变得凄惨。 他竟然穿着丧服走进公民大会,流着泪说应当同情杀害他自己孩子的凶手。
§13.28.4οὐκέτι γὰρ ἐπιεικής ἐστιν ὁ τῶν συγγενεστάτων μετὰ τὴν τελευτὴν ἀμνημονῶν, τοὺς δὲ πολεμιωτάτους σῶσαι προαιρούμενος.
因为一个在最亲近的亲人死后便将其忘却、反而选择去营救最凶恶之敌的人,绝对称不上是通情达理的。
ἐπεὶ πόσοι τῶν ἐκκλησιαζόντων υἱοὺς ἀνῃρημένους κατὰ τὸν πόλεμον ἐπενθήσατε;
那么,在参加大会的人中,有多少人曾为在战争中被杀害的儿子哀悼呢?
πολλοὶ γοῦν τῶν καθημένων ἐθορύβησαν.
”确实,座中的许多人都喧哗起来。
§13.28.5ὁ δʼ ἐπιβαλών, Ὁρᾷς, φησί, τοὺς τῷ θορύβῳ τὴν συμφορὰν ἐμφανίζοντας;
于是他乘势追击,说道:“你们看到那些用喧哗声显露自己不幸的人了吗?
πόσοι δὲ ἀδελφοὺς ἢ συγγενεῖς ἢ φίλους ἀπολωλεκότες ἐπιζητεῖτε;
又有多少人失去了兄弟、亲属或朋友,正在思念他们呢?
καὶ πολλῷ πλείους ἐπεσημήναντο.
”于是有更多的人表示赞同。
§13.28.6καὶ ὁ Γύλιππος, θεωρεῖς, ἔφη, τὸ πλῆθος τῶν διʼ Ἀθηναίους δυστυχούντων;
吉利普斯说:“你们看到因雅典人而遭遇不幸的人群有多么庞大吗?
οὗτοι πάντες οὐδὲν εἰς ἐκείνους ἁμαρτάνοντες τῶν ἀναγκαιοτάτων σωμάτων ἐστερήθησαν, καὶ τοσοῦτο μισεῖν τοὺς Ἀθηναίους ὀφείλουσιν, ὅσον τοὺς ἰδίους ἠγαπήκασι.
这些人对雅典人并无任何过错,却被剥夺了最亲近的亲人。 他们理当憎恨雅典人,正如他们深爱自己的亲人一样。 ”