§13.27.1ὅσοι μὲν γὰρ λόγου καὶ παιδείας ἐν τῇ πόλει μετεσχήκατε, δότε τὸν ἔλεον τοῖς τὴν πατρίδα κοινὸν παιδευτήριον παρεχομένοις πᾶσιν ἀνθρώποις·
実際、都市において言論と教育にあずかった者たちはみな、祖国を全人類の共通の教育の場として提供している人々に憐れみを与えよ。
ὅσοι δὲ τῶν ἁγνοτάτων μυστηρίων μετειλήφατε, σώσατε τοὺς μυήσαντας, οἱ μὲν ἤδη μετεσχηκότες τῶν φιλανθρωπιῶν τὴν χάριν διδόντες τῆς εὐεργεσίας, οἱ δὲ μέλλοντες μεταλήψεσθαι μὴ παραιρούμενοι τῷ θυμῷ τὴν ἐλπίδα.
また、最も神聖な秘儀に参入した者たちはみな、授戒してくれた人々を救え。 すでに慈善にあずかった者たちは、その恩恵への感謝を返すことで彼らを救い、これからあずかろうとする者たちは、怒りによってその希望を奪い去られないようにすることで彼らを救え。
§13.27.2ποῖος γὰρ τόπος τοῖς ξένοις βάσιμος εἰς παιδείαν ἐλευθέριον τῆς Ἀθηναίων πόλεως ἀνῃρημένης;
というのも、アテナイ人の都市が破壊されたなら、異邦人にとって自由人の教育のために赴くことのできるいかなる場所があるだろうか。
βραχὺ τὸ διὰ τὴν ἁμαρτίαν μῖσος, μεγάλα δὲ καὶ πολλὰ τὰ πρὸς εὔνοιαν αὐτοῖς εἰργασμένα.
彼らの過ちによる憎しみはわずかであり、彼らが好意からなした数々の偉大な功績は多い。
χωρὶς δὲ τῆς περὶ τὴν πόλιν ἐντροπῆς καὶ κατʼ ἰδίαν ἄν τις τοὺς αἰχμαλώτους ἐξετάζων εὕροι δικαίως ἐλέου τυγχάνοντας.
都市に対する敬意は別としても、個人的に捕虜たちを吟味する者なら、彼らが当然のごとく憐れみを受けるに値することを見出すであろう。
οἱ μὲν γὰρ σύμμαχοι τῇ τῶν κρατούντων ὑπεροχῇ βιασθέντες ἠναγκάσθησαν συστρατεύειν.
というのも、同盟者たちは支配者の優位に圧倒されて、やむを得ず従軍させられたのだから。
§13.27.3διόπερ εἰ τοὺς ἐξ ἐπιβολῆς ἀδικήσαντας δίκαιόν ἐστι τιμωρεῖσθαι, τοὺς ἀκουσίως ἐξαμαρτάνοντας προσῆκον ἂν εἴη συγγνώμης ἀξιοῦν.
したがって、意図的に不義を働いた者たちを処罰することが正しいとすれば、意図せず過ちを犯した者たちを許すのがふさわしいであろう。
τί λέγω Νικίαν, ὃς ἀπʼ ἀρχῆς τὴν πολιτείαν ὑπὲρ Συρακοσίων ἐνστησάμενος μόνος ἀντεῖπεν ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας, ἀεὶ δὲ τῶν παρεπιδημούντων Συρακοσίων φροντίζων καὶ πρόξενος ὢν διατετέλεκεν;
なぜ私はニキアスについて語るのか。 彼は最初からシラクサ人のために政治活動を行い、シケリア遠征に対してただ一人反対し、常に滞在中のシラクサ人を気遣い、プロクセノスであり続けてきたのではないか。
§13.27.4ἄτοπον οὖν Νικίαν κολάζεσθαι τὸν ὑπὲρ ἡμῶν Ἀθήνησι πεπολιτευμένον, καὶ διὰ μὲν τὴν εἰς ἡμᾶς εὔνοιαν μὴ τυχεῖν φιλανθρωπίας, διὰ δὲ τὴν ἐν τοῖς κοινοῖς ὑπηρεσίαν ἀπαραιτήτῳ περιπεσεῖν τιμωρίᾳ, καὶ τὸν μὲν ἐπαγαγόντα τὸν πόλεμον ἐπὶ Συρακοσίους Ἀλκιβιάδην ἅμα καὶ παρʼ ἡμῶν καὶ παρʼ Ἀθηναίων ἐκφυγεῖν τὴν τιμωρίαν, τὸν δʼ ὁμολογουμένως φιλανθρωπότατον Ἀθηναίων γεγενημένον μηδὲ τοῦ κοινοῦ τυχεῖν ἐλέου.
したがって、アテナイにおいて我々のために政治を行ったニキアスが処罰され、我々に対する好意のゆえに慈善を受けられず、公的な役職における義務のゆえに容赦のない処罰に陥ることは理不尽である。 また、シラクサ人に戦争をもたらしたアルキビアデスが、我々からもアテナイ人からも処罰を免れる一方で、アテナイ人の中で明らかに最も人道的な人物であったニキアスが、共通の憐れみさえ受けられないことも理不尽である。
§13.27.5διόπερ ἔγωγε τὴν τοῦ βίου μεταβολὴν θεωρῶν ἐλεῶ τὴν τύχην.
それゆえ、私自身は人生の転変を見て、彼の運命を憐れむ。
πρότερον μὲν γὰρ ἐν τοῖς ἐπισημοτάτοις τῶν Ἑλλήνων ὑπάρχων καὶ διὰ τὴν καλοκἀγαθίαν ἐπαινούμενος μακαριστὸς ἦν καὶ περίβλεπτος κατὰ πᾶσαν πόλιν· §13.27.6νυνὶ δʼ ἐξηγκωνισμένος καὶ ἐν ἀσχήμονί χιτῶνι προσόψει τῶν τῆς αἰχμαλωσίας οἰκτρῶν πεπείραται, καθαπερεὶ τῆς τύχης ἐν τῷ τούτου βίῳ τὴν ἑαυτῆς δύναμιν ἐπιδείξασθαι βουλομένης.
以前はギリシア人の中で最も著名な人々の一人であり、その美徳ゆえに称賛され、あらゆる都市で祝福され、羨望の的であったが、今や後ろ手に縛られ、見窄らしい衣をまとって、捕虜としての哀れな境遇を身をもって経験している。 まるで、運命がこの男の人生において自らの力を誇示しようとしたかのようである。
ἧς τὴν εὐημερίαν ἀνθρωπίνως ἡμᾶς ὑπενεγκεῖν προσήκει καὶ μὴ βάρβαρον ὠμότητα πρὸς ὁμοεθνεῖς ἀνθρώπους ἐνδείξασθαι.
この運命の繁栄を、我々は人間らしく受け止め、同じ民族の人間に対して野蛮な残虐性を示さないようにするのがふさわしい。