Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.22.1-13.22.8

尼科劳斯论宽容先例与维护霸权

第 201 段,共 723 段 · 希腊语

内容简介

尼科劳斯援引历史先例(如波斯的居鲁士和叙拉古的吉隆),论证温和与人道才是维持真正霸权与繁荣的关键,极力敦促叙拉古人对雅典俘虏展现宽大仁慈。

§13.22.1οἱ γὰρ ὑποτεταγμένοι τοὺς μὲν φόβῳ κατισχύοντας καιροτηρήσαντες ἀμύνονται διὰ τὸ μῖσος, τοὺς δὲ φιλανθρώπως ἀφηγουμένους βεβαίως ἀγαπῶντες ἀεὶ συναύξουσι τὴν ἡγεμονίαν.
因为被统治者在寻找机会时,会出于仇恨向那些用恐惧压制他们的人进行报复;而对于那些用人道精神领导他们的人,他们会坚定地爱戴,并始终共同壮大其霸权。
τί καθεῖλε τὴν Μήδων ἀρχήν;
是什么推翻了米底人的帝国?
ἡ πρὸς τοὺς ταπεινοτέρους ὠμότης.
是对地位较低者的残暴。
§13.22.2ἀποστάντων γὰρ Περσῶν καὶ τὰ πλεῖστα τῶν ἐθνῶν συνεπέθετο.
因为当波斯人反叛时,大多数民族也随之共同进攻。
πῶς γὰρ Κῦρος ἐξ ἰδιώτου τῆς Ἀσίας ὅλης ἐβασίλευσε;
那么,居鲁士是如何从一个普通人成为全亚洲之王的?
τῇ πρὸς τοὺς κρατηθέντας εὐγνωμοσύνῃ.
是通过对被征服者的宽大。
Κροῖσον γὰρ τὸν βασιλέα λαβὼν αἰχμάλωτον οὐχ ὅπως ἠδίκησεν, ἀλλὰ καὶ προσευηργέτησεν· παραπλησίως δὲ καὶ τοῖς ἄλλοις βασιλεῦσί τε καὶ δήμοις προσηνέχθη.
因为当他俘虏了国王克罗伊斯时,他不仅没有伤害他,反而进一步施加恩惠;同样地,他也以类似的方式对待了其他的国王和人民。
§13.22.3τοιγαροῦν διαδοθείσης εἰς πάντα τόπον τῆς ἡμερότητος ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν ἀλλήλους φθάνοντες εἰς τὴν τοῦ βασιλέως συμμαχίαν παρεγίνοντο.
因此,当他的温和传遍各地时,亚洲的所有人都争先恐后地加入了国王的同盟。
§13.22.4τί λέγω τὰ μακρὰν καὶ τόποις καὶ χρόνοις ἀφεστηκότα;
我何必谈论那些在空间和时间上都相距遥远的事呢?
κατὰ γὰρ τὴν ἡμετέραν πόλιν οὐ πάλαι Γέλων ἐξ ἰδιώτου τῆς Σικελίας ὅλης ἡγεμὼν ἐγένετο, τῶν πόλεων ἑκουσίως εἰς τὴν ἐξουσίαν ἐκείνου παραγενομένων· προσεκαλεῖτο γὰρ ἡ τἀνδρὸς ἐπιείκεια πάντας ἀνθρώπους, τὴν εἰς τοὺς ἠτυχηκότας συγγνώμην προσλαβοῦσα.
因为在我们的城市里,不久前吉隆从一个普通人成为了整个西西里的领袖,诸城市自愿归顺于他的权力之下;因为那人的宽宏吸引了所有人,并对遭遇不幸的人抱持着宽恕之心。
§13.22.5ἀπʼ ἐκείνων οὖν τῶν χρόνων τῆς κατὰ Σικελίαν ἡγεμονίας ἀντιποιουμένης τῆς πόλεως, μὴ καταρρίψωμεν τὸν ὑπὲρ τῶν προγόνων ἔπαινον, μηδʼ ἑαυτοὺς θηριώδεις καὶ ἀπαραιτήτους πρὸς ἀνθρωπίνην ἀτυχίαν παράσχωμεν.
既然从那时起,我们的城市就一直在争夺西西里的霸权,那么就让我们不要玷污对祖先的赞美,也不要让自己对人类的不幸显得野蛮和无情。
οὐ γὰρ προσήκει δοῦναι τῷ φθόνῳ καθʼ ἡμῶν ἀφορμὴν εἰπεῖν, ὡς ἀναξίως εὐτυχοῦμεν· καλὸν γὰρ καὶ τὸ τῆς τύχης ἀντιπραττούσης ἔχειν τοὺς συναλγήσοντας καὶ πάλιν ἐν τοῖς κατορθώμασι τοὺς ἡδομένους.
因为我们不应该给嫉妒留下借口来指责我们“不配享有这般幸运”;因为当命运作对时,能有共同悲伤的人,而在成功时,能有共同高兴的人,这是一件美好的事。
§13.22.6τὰ μὲν οὖν ἐν τοῖς ὅπλοις πλεονεκτήματα τύχῃ καὶ καιρῷ κρίνεται πολλάκις, ἡ δʼ ἐν ταῖς εὐπραξίαις ἡμερότης ἴδιόν ἐστι σημεῖον τῆς τῶν εὐτυχούντων ἀρετῆς.
武器上的优势往往由命运和时机决定,而成功中的温和则是幸运者美德的独特标志。
διὸ μὴ φθονήσητε τῇ πατρίδι περιβόητον γενέσθαι παρὰ πᾶσιν ἀνθρώποις, ὅτι τοὺς Ἀθηναίους ἐνίκησεν οὐ μόνον τοῖς ὅπλοις, ἀλλὰ καὶ τῇ φιλανθρωπίᾳ.
因此,不要嫉妒你的祖国在全人类中声名远扬,因为它不仅在武器上,而且在人道精神上击败了雅典人。
§13.22.7φανήσονται γὰρ οἱ τῶν ἄλλων ὑπερέχειν ἡμερότητι σεμνυνόμενοι τῇ παρʼ ἡμῶν εὐγνωμοσύνῃ πολυωρούμενοι, καὶ οἱ πρῶτοι βωμὸν ἐλέου καθιδρυσάμενοι τοῦτον ἐν τῇ πόλει τῶν Συρακοσίων εὑρήσουσιν.
因为那些以在温和上超越他人而自豪的人,将被表明由于我们所展现的宽大而受到了极大的关照;而那些最早建立怜悯祭坛的人,将在叙拉古人的城市里找到这祭坛。
§13.22.8ἐξ ὧν πᾶσιν ἔσται φανερόν, ὡς ἐκεῖνοι μὲν δικαίως ἐσφάλησαν, ἡμεῖς δʼ ἀξίως ηὐτυχήσαμεν, εἴπερ οἱ μὲν τοιούτους ἀδικεῖν ἐπεχείρησαν οἳ καὶ πρὸς τοὺς ἐχθροὺς εὐγνωμόνησαν, ἡμεῖς δὲ τοιούτους ἐνικήσαμεν οἳ καὶ τοῖς πολεμιωτάτοις μερίζουσι τὸν ἔλεον ἐτόλμησαν ἐπιβουλεῦσαι·
由此,所有人都会明白,他们的失败是公正的,而我们的幸运是当之无愧的,——如果他们企图伤害的是甚至对敌人也宽大的人,而我们击败的则是竟然敢于阴谋陷害那些甚至向最强大的敌人施予怜悯之人。
ὥστε μὴ μόνον ὑπὸ τῶν ἄλλων κατηγορίας τυγχάνειν τοὺς Ἀθηναίους, ἀλλὰ καὶ αὐτοὺς ἑαυτῶν καταγινώσκειν, εἰ τοιούτους ἄνδρας ἀδικεῖν ἐνεχείρησαν.
这样一来,雅典人不仅会受到他人的指责,而且如果他们着手伤害这样的人,他们自己也会谴责自己。

词汇与语法注释

  1. §13.22.2οὐχ ὅπως — 短语 οὐχ ὅπως 通常后接否定词表示“不仅不……反而也不……”,但在本处后接 ἀλλὰ καί(不仅……反而……),构成关联结构,强烈否定前半部分,意为“他非但没有伤害,反而还……”。
  2. §13.22.3ἀλλήλους φθάνοντες — 动词 φθάνω(先于、赶在……之前)的现在分词与相互代词 ἀλλήλους 连用,字面意思是“彼此抢先”,在副词意义上表示“争先恐后地”或“竞相”。
  3. §13.22.7φανήσονται... πολυωρούμενοι — 动词 φαίνομαι(显露、似乎)的将来时与分词 πολυωρούμενοι(受到优待)连用,表示“将显然证明他们受到了极大的关照”(事实的显明),这与后接不定词(表示“似乎如此,但实际未必”)的用法有所区别。
  4. §13.22.8εἰ... ἐνεχείρησαν — 连词 εἰ 在此与直陈式过去时(ἐνεχείρησαν)连用。这并非单纯的假设,而是表示原因或事实前提的 εἰ(意为“既然他们已经着手……”),作为自我谴责的根据。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.22.1-13.22.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.22.1-13.22.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。