§13.21.1ὁ μὲν οὖν δῆμος τῶν Ἀθηναίων τῆς ἰδίας ἀνοίας ἀξίαν κεκόμισται τιμωρίαν, πρῶτον μὲν παρὰ θεῶν, μετὰ δὲ ταῦτα παρʼ ἡμῶν τῶν ἀδικηθέντων.
因此,雅典的人民已经得到了配得上他们自身愚蠢的惩罚,首先来自神明,此后来自受了冤屈的我们。
§13.21.2ἀγαθὸν γάρ ἐστι τὸ θεῖον τοὺς ἀδίκου πολέμου καταρχομένους καὶ τὴν αὑτῶν ὑπεροχὴν οὐκ ἐνεγκόντας ἀνθρωπίνως ἀνελπίστοις περιβαλεῖν συμφοραῖς.
因为神明使那些发起非正义战争、且未能以人类应有的态度承载自身优越地位的人陷入意料之外的灾难,是件好事。
§13.21.3τίς γὰρ ἂν ἤλπισεν Ἀθηναίους, μύρια μὲν εἰληφότας ἐκ Δήλου τάλαντα, τριήρεις δὲ διακοσίας εἰς Σικελίαν ἀπεσταλκότας καὶ τοὺς ἀγωνισομένους ἄνδρας πλείους τῶν τετρακισμυρίων, οὕτως μεγάλαις συμφοραῖς περιπεσεῖσθαι;
谁能想到,那些从提洛岛提取了一万塔兰同、向西西里派遣了两百艘三段桨战船以及四万多名参战士兵的雅典人,竟会陷入如此巨大的灾难之中?
ἀπὸ γὰρ τῆς τηλικαύτης παρασκευῆς οὔτε ναῦς οὔτʼ ἀνὴρ οὐθεὶς ἐπανῆλθεν, ὥστε μηδὲ τὸν ἀγγελοῦντα αὐτοῖς τὴν συμφορὰν περιλειφθῆναι.
因为在如此庞大的装备中,没有一艘船、也没有一个人返回,以至于连一个向他们报信的人都没有留下。
§13.21.4εἰδότες οὖν, ἄνδρες Συρακόσιοι, τοὺς ὑπερηφανοῦντας παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις μισουμένους, προσκυνοῦντες τὴν τύχην μηθὲν ὑπὲρ ἄνθρωπον πράξητε.
因此,叙拉古的公民们,既然知道傲慢者为神明和人类所共同憎恶,那么在敬畏命运的同时,切勿做出超越人类本分的事。
τί γὰρ σεμνὸν φονεῦσαι τὸν ὑποπεπτωκότα;
杀死已经屈服的人有什么尊贵可言?
τί δʼ ἔνδοξον τιμωρίᾳ περιβαλεῖν;
让他们陷入惩罚又有什么荣耀?
ὁ γὰρ ἀμετάθετον ἔχων τὴν περὶ τῶν ἀτυχημάτων ὠμότητα συναδικεῖ τὴν κοινὴν ἀνθρώπων ἀσθένειαν.
因为对遭遇不幸者持有不可动摇的残酷态度的人,是在共同侵害人类共同的软弱。
§13.21.5οὐθεὶς γάρ ἐστιν οὕτω φρόνιμος, ὥστε μεῖζον ἰσχῦσαι τῆς τύχης, ἣ φύσει ταῖς ἀνθρωπίναις ἡδομένη συμφοραῖς ὀξείας τῆς εὐδαιμονίας ποιεῖ τὰς μεταβολάς.
因为没有一个人聪明到能够拥有比命运更大的力量,命运在本性上乐于见到人类的不幸,并使繁荣发生急剧的转变。
ἐροῦσί τινες ἴσως, ἠδίκησαν, καὶ τῆς κατʼ αὐτῶν τιμωρίας ἔχομεν τὴν ἐξουσίαν.
也许有人会说:“他们犯了罪,我们有权对他们进行惩罚。
§13.21.6οὐκοῦν παρὰ μὲν τοῦ δήμου πολλαπλασίαν εἰλήφατε τιμωρίαν, παρὰ δὲ τῶν αἰχμαλώτων ἱκανὴν ἔχετε κόλασιν;
” 那么,难道你们没有从雅典人民那里得到数倍的惩罚,从这些俘虏身上得到足够的惩罚吗?
παρέδωκαν γὰρ ἑαυτοὺς μετὰ τῶν ὅπλων πιστεύσαντες τῇ τῶν κρατούντων εὐγνωμοσύνῃ· διόπερ οὐκ ἄξιον αὐτοὺς τῆς ἡμετέρας ψευσθῆναι φιλανθρωπίας.
因为他们出于对胜利者宽大仁慈的信任,已经连同武器一起投降了;因此,让他们对我们的人道精神感到失望是不应该的。
§13.21.7οἱ μὲν οὖν ἀμετάθετον τὴν ἔχθραν φυλάττοντες μαχόμενοι τετελευτήκασιν, οἱ δʼ ἑαυτοὺς ἡμῖν ἐγχειρίσαντες ἀντὶ πολεμίων γεγόνασιν ἱκέται.
那些保持着不可改变之敌意的人已经在战斗中死去了,而那些向我们投降的人,已经从敌人变成了恳求者。
οἱ γὰρ ἐν ταῖς μάχαις τοῖς ἐναντίοις τὰ σώματα ἐγχειρίζοντες, ἐπʼ ἐλπίδι σωτηρίας τοῦτο πράττουσιν· εἰ δὲ πιστεύσαντες τιμωρίας τεύξονται τηλικαύτης, οἱ μὲν παθόντες ἀναδέξονται τὴν συμφοράν, οἱ δὲ πράξαντες ἀγνώμονες ἂν κληθεῖεν.
因为在战斗中向对手交出自己身体的人,是抱着获救的希望才这样做的;但如果他们因信任而遭受如此巨大的惩罚,受害者虽然承受了灾难,但施害者将会被称为冷酷无情。
§13.21.8δεῖ δὲ τοὺς τῆς ἡγεμονίας ἀντιποιουμένους, ὦ ἄνδρες Συρακόσιοι, μὴ οὕτως τοῖς ὅπλοις ἑαυτοὺς ἰσχυροὺς κατασκευάζειν, ὡς τοῖς τρόποις ἐπιεικεῖς παρέχεσθαι.
叙拉古的公民们,那些争夺霸权的人,不应当用武器把自己武装得如此强大,而应当在品格上展现出宽宏大量。