§13.20.1τῶν κατὰ τὸν πόλεμον ἀτυχημάτων, ἄνδρες Συρακόσιοι, μέρος οὐκ ἐλάχιστον ἐγὼ μετέσχηκα·
叙拉古的公民们,在战争所带来的不幸中,我分担了绝非最小的一份。
δυεῖν γὰρ υἱῶν γενόμενος πατὴρ ἐξέπεμψα μὲν αὐτοὺς εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ὑπεδεξάμην δʼ ἀντʼ αὐτῶν ἀγγελίαν, ἣ τὸν ἐκείνων θάνατον ἐμήνυεν.
因为我曾是两个儿子的父亲,我把他们送往为祖国效力的险境,但取代他们的,我却收到了宣告他们死亡的噩耗。
§13.20.2διὸ καὶ καθʼ ἡμέραν ἐπιζητῶν τὴν συμβίωσιν, καὶ τὴν τελευτὴν ἀναλογιζόμενος, ἐκείνους μὲν μακαρίζω, τὸν ἐμαυτοῦ δὲ βίον ἐλεῶ, πάντων ἡγούμενος εἶναι δυστυχέστατος.
因此,我每天都渴望着与他们共同生活,并思索着他们的结局,我一方面祝愿他们安息,另一方面又哀怜我自己的生活,认为自己是所有人中最不幸的人。
§13.20.3ἐκεῖνοι μὲν γὰρ τὸν ὀφειλόμενον τῇ φύσει θάνατον εἰς πατρίδος σωτηρίαν ἀναλώσαντες ἀθάνατον ἑαυτῶν δόξαν καταλελοίπασιν, ἐγὼ δʼ ἐπὶ τῆς ἐσχάτης ἡλικίας ἔρημος ὢν τῶν θεραπευσόντων τὸ γῆρας διπλοῦν ἔχω τὸ πένθος, τὴν συγγένειαν ἅμα καὶ ἀρετὴν ἐπιζητῶν·
因为他们为拯救祖国而付出了本就欠自然的一死,从而为自己留下了不朽的光荣;而我,处于生命的暮年,失去了照顾我晚年的人,怀着双重的悲痛,同时怀念着我们的骨肉亲情和他们的美德。
§13.20.4ὅσῳ γὰρ εὐγενέστερον ἐτελεύτησαν, τοσούτῳ ποθεινοτέραν τὴν ὑπὲρ αὐτῶν μνήμην καταλελοίπασιν.
因为他们死得越是高尚,留给人们对他们的怀念就越发令人渴望。
εἰκότως οὖν μισῶ τοὺς Ἀθηναίους, διʼ ἐκείνους οὐχ ὑπὸ τῶν τέκνων, ἀλλʼ ὑπὸ οἰκετῶν, ὡς ὁρᾶτε, χειραγωγούμενος.
因此,我理所当然地痛恨雅典人,正是因为他们,如你们所见,我不是由我的孩子们扶持,而是由家仆们搀扶着。
§13.20.5εἰ μὲν οὖν ἑώρων, ὦ ἄνδρες Συρακόσιοι, τὴν παροῦσαν ἐνεστηκέναι βουλὴν ὑπὲρ Ἀθηναίων, εἰκότως ἂν καὶ διὰ τὰς κοινὰς τῆς πατρίδος συμφορὰς καὶ διὰ τὰς ἰδίας ἀτυχίας πικρῶς ἂν αὐτοῖς προσηνέχθην· ἐπεὶ δʼ ἅμα τῷ πρὸς τοὺς ἠτυχηκότας ἐλέῳ κρίνεται τό τε κοινῇ συμφέρον καὶ ἡ πρὸς ἅπαντας ἀνθρώπους ὑπὲρ τοῦ δήμου τῶν Συρακοσίων ἐξενεχθησομένη δόξα, ἀκέραιον ποιήσομαι τὴν τοῦ συμφέροντος συμβουλίαν.
因此,叙拉古的公民们,如果我看到当前的审议只是为了惩治雅典人,那么由于祖国的共同灾难和我的个人不幸,我理所当然会严厉地对待他们;但是,既然在对不幸者表示怜悯的同时,我们也在评判共同的利益,以及向全人类展现的、关乎叙拉古人民的声誉,我将提出毫无偏私的、关于利益的建议。