Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.19.1-13.19.6

雅典军投降与处置俘虏的公民大会

第 198 段,共 723 段 · 希腊语

内容简介

叙拉古人追击并在阿西纳鲁斯河击败雅典军,俘获了包括将军尼西亚斯和德摩斯梯尼在内的大批俘虏。在随后的公民大会上,针对严惩俘虏的提议,赫莫克拉特斯主张宽大处理,接着一位在战争中失去儿子的老人尼科劳斯登上了讲台。

§13.19.1οἱ δὲ Συρακόσιοι πεντήκοντα μὲν τὰς καταλειφθείσας ναῦς ἀναψάμενοι κατήγαγον εἰς τὴν πόλιν, ἐκβιβάσαντες δʼ ἐκ τῶν τριήρων ἅπαντας καὶ καθοπλίσαντες, μετὰ πάσης τῆς δυνάμεως ἠκολούθουν τοῖς Ἀθηναίοις, ἐξαπτόμενοι καὶ βαδίζειν εἰς τοὔμπροσθεν διακωλύοντες.
叙拉古人则将遗弃的五十艘船只系上缆绳并拖回城中,在让所有人员从三列桨战船上陆并武装起来后,出动全军追击雅典人,不断袭扰并阻止他们向前推进。
§13.19.2ἐπὶ τρεῖς δʼ ἡμέρας ἐπακολουθοῦντες καὶ πανταχόθεν περιλαμβάνοντες ἀπεῖργον εὐθυπορεῖν πρὸστὴν σύμμαχον Κατάνην, παλινοδίαν δὲ καταναγκάσαντες ποιήσασθαι διὰ τοῦ Ἐλωρίου πεδίου, πρὸς τῷ Ἀσινάρῳ ποταμῷ περικυκλώσαντες ἀπέκτειναν μὲν μυρίους ὀκτακισχιλίους, ἐζώγρησαν δὲ ἑπτακισχιλίους, ἐν οἷς καὶ τοὺς στρατηγοὺς Δημοσθένην καὶ Νικίαν· οἱ δὲ λοιποὶ διηρπάσθησαν ὑπὸ τῶν στρατιωτῶν.
他们连续追击了三天,从四面八方进行包围,阻止他们直奔盟友卡塔奈,并强迫他们折返,穿过埃洛鲁斯平原,最终在阿西纳鲁斯河畔将他们合围,杀死了一万八千人,俘获了七千人,其中包括将军德摩斯梯尼和尼西亚斯;其余的人则被士兵们私自抢夺。
§13.19.3οἱ γὰρ Ἀθηναῖοι πάντοθεν ἀποκλειομένης τῆς σωτηρίας ἠναγκάσθησαν τὰ ὅπλα καὶ ἑαυτοὺς παραδοῦναι τοῖς πολεμίοις.
因为雅典人在生还之路四面受阻的情况下,被迫向敌人交出武器和自己。
τούτων δὲ πραχθέντων οἱ Συρακόσιοι στήσαντες δύο τρόπαια, καὶ τὰ τῶν στρατηγῶν ὅπλα πρὸς ἑκάτερον προσηλώσαντες, ἀνέστρεψαν εἰς τὴν πόλιν.
这些事情做完之后,叙拉古人立起了两座战胜纪念碑,将将军们的武器钉在各自的纪念碑上,然后返回城内。
§13.19.4τότε μὲν οὖν τοῖς θεοῖς ἔθυσαν πανδημεί, τῇ δʼ ὑστεραίᾳ συναχθείσης ἐκκλησίας ἐβουλεύοντο, πῶς χρήσονται τοῖς αἰχμαλώτοις.
当时,他们举国向神明献祭,第二天召集公民大会,商议如何处置俘虏。
Διοκλῆς δέ τις, τῶν δημαγωγῶν ἐνδοξότατος ὤν, ἀπεφήνατο γνώμην ὡς δέοι τοὺς μὲν στρατηγοὺς τῶν Ἀθηναίων μετʼ αἰκίας ἀνελεῖν, τοὺς δʼ ἄλλους αἰχμαλώτους ἐν μὲν τῷ παρόντι τεθῆναι πάντας εἰς τὰς λατομίας, μετὰ δὲ ταῦτα τοὺς μὲν συμμαχήσαντας τοῖς Ἀθηναίοις λαφυροπωλῆσαι, τοὺς δʼ Ἀθηναίους ἐργαζομένους ἐν τῷ δεσμωτηρίῳ λαμβάνειν ἀλφίτων δύο κοτύλας.
一位名叫迪奥克莱斯的民粹领袖最为著名,他发表意见认为,应当将雅典的将军们严刑拷打后处死,而其余的俘虏目前则全部关进石矿场,此后将与雅典人结盟的人作为战利品卖掉,至于雅典人自己,则在监狱里服劳役,每日领取两科提拉的大麦粉。
§13.19.5ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος Ἑρμοκράτης παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐνεχείρει λέγειν, ὡς κάλλιόν ἐστι τοῦ νικᾶν τὸ τὴν νίκην ἐνεγκεῖν ἀνθρωπίνως.
当这项决议案宣读完毕时,赫莫克拉特斯走上大会,试图发言说,以仁慈人道的方式对待胜利,比获得胜利本身更为高尚。
§13.19.6θορυβοῦντος δὲ τοῦ δήμου καὶ τὴν δημηγορίαν οὐχ ὑπομένοντος, Νικόλαός τις,ἐστερημένος ἐν τῷ πολέμῳ δυεῖν υἱῶν, ἀνέβαινεν ἐπὶ τὸ βῆμα κατεχόμενος ὑπὸ τῶν οἰκετῶν διὰ τὸ γῆρας·
但由于民众喧哗,不愿容忍他的演说,一位在战争中失去两个儿子的尼科劳斯,因年迈而在家仆的扶持下登上了讲台。
ὃν ὡς εἶδεν ὁ δῆμος, ἔληξε τοῦ θορύβου, νομίζων κατηγορήσειν τῶν αἰχμαλώτων.
民众一看见他,便停止了喧哗,以为他会控诉并要求严惩俘虏。
γενομένης οὖν σιωπῆς ὁ πρεσβύτερος ἐντεῦθεν ἤρξατο τῶν λόγων.
在全场安静下来后,这位老人便开始了他的发言。

词汇与语法注释

  1. §13.19.2διηρπάσθησαν — 动词 διαρπάζω(掠夺、抢夺)的被动语态不定过去时直说语气。此处指那些未被官方登记为公俘(ἐζώγρησαν)的其余败兵,被叙拉古士兵私自抢夺并据为己有(作为私奴)。
  2. §13.19.4ὡς δέοι — 在引导间接引语的连词 ὡς 之后,由于主句动词为过去时(ἀπεφήνατο,不定过去时),因而使用了斜格祈愿语气(optativus obliquus)的 δέοι。后面并列的对格与不定式结构(τοὺς μὲν στρατηγοὺς ... ἀνελεῖν,τοὺς δʼ ἄλλους ... τεθῆναι 等)作为 δέοι 的主语。
  3. §13.19.5τοῦ νικᾶν — 介于比较级形容词 κάλλιον 之后的比较属格。全句的主语是带冠词的不定式 τὸ ... ἐνεγκεῖν(经受、对待),构成了两个动名词表达之间的比较结构:“以仁慈人道的方式对待胜利(τὸ τὴν νίκην ἐνεγκεῖν ἀνθρωπίνως),比获得胜利本身(τοῦ νικᾶν)更为高尚”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.19.1-13.19.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.19.1-13.19.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。