§13.19.1οἱ δὲ Συρακόσιοι πεντήκοντα μὲν τὰς καταλειφθείσας ναῦς ἀναψάμενοι κατήγαγον εἰς τὴν πόλιν, ἐκβιβάσαντες δʼ ἐκ τῶν τριήρων ἅπαντας καὶ καθοπλίσαντες, μετὰ πάσης τῆς δυνάμεως ἠκολούθουν τοῖς Ἀθηναίοις, ἐξαπτόμενοι καὶ βαδίζειν εἰς τοὔμπροσθεν διακωλύοντες.
一方、シラクサ人たちは、放棄された船のうち五十隻を繋いで市へと曳航し、三段櫂船からすべての兵員を上陸させて武装させた上で、全軍を率いてアテナイ人の後を追い、彼らに襲いかかって前方へと進むのを阻止した。
§13.19.2ἐπὶ τρεῖς δʼ ἡμέρας ἐπακολουθοῦντες καὶ πανταχόθεν περιλαμβάνοντες ἀπεῖργον εὐθυπορεῖν πρὸστὴν σύμμαχον Κατάνην, παλινοδίαν δὲ καταναγκάσαντες ποιήσασθαι διὰ τοῦ Ἐλωρίου πεδίου, πρὸς τῷ Ἀσινάρῳ ποταμῷ περικυκλώσαντες ἀπέκτειναν μὲν μυρίους ὀκτακισχιλίους, ἐζώγρησαν δὲ ἑπτακισχιλίους, ἐν οἷς καὶ τοὺς στρατηγοὺς Δημοσθένην καὶ Νικίαν·
彼らは三日間にわたって追撃し、四方から包囲して、同盟市であるカタネへと直進するのを妨げ、エロロス平原を通って引き返さざるを得なくした。 そしてアシナロス川の近くで包囲し、一万八千人を殺害し、七千人を捕虜とした。 その中には将軍デモステネスとニキアスも含まれていた。
οἱ δὲ λοιποὶ διηρπάσθησαν ὑπὸ τῶν στρατιωτῶν.
残りの者たちは兵士たちによって私的に奪い去られた。
§13.19.3οἱ γὰρ Ἀθηναῖοι πάντοθεν ἀποκλειομένης τῆς σωτηρίας ἠναγκάσθησαν τὰ ὅπλα καὶ ἑαυτοὺς παραδοῦναι τοῖς πολεμίοις.
というのも、アテナイ人たちはあらゆる方向から助かる道が閉ざされたため、武器と自分たちの身を敵に引き渡すことを余余儀なくされたからである。
τούτων δὲ πραχθέντων οἱ Συρακόσιοι στήσαντες δύο τρόπαια, καὶ τὰ τῶν στρατηγῶν ὅπλα πρὸς ἑκάτερον προσηλώσαντες, ἀνέστρεψαν εἰς τὴν πόλιν.
これらのことが行われると、シラクサ人たちは二つの戦勝記念碑を建て、将軍たちの武器をそれぞれの記念碑に打ち付け、市へと引き返した。
§13.19.4τότε μὲν οὖν τοῖς θεοῖς ἔθυσαν πανδημεί, τῇ δʼ ὑστεραίᾳ συναχθείσης ἐκκλησίας ἐβουλεύοντο, πῶς χρήσονται τοῖς αἰχμαλώτοις.
その時、彼らは全市民を挙げて神々に犠牲を捧げ、翌日、民会が召集されると、捕虜たちをどのように扱うべきかを審議した。
Διοκλῆς δέ τις, τῶν δημαγωγῶν ἐνδοξότατος ὤν, ἀπεφήνατο γνώμην ὡς δέοι τοὺς μὲν στρατηγοὺς τῶν Ἀθηναίων μετʼ αἰκίας ἀνελεῖν, τοὺς δʼ ἄλλους αἰχμαλώτους ἐν μὲν τῷ παρόντι τεθῆναι πάντας εἰς τὰς λατομίας, μετὰ δὲ ταῦτα τοὺς μὲν συμμαχήσαντας τοῖς Ἀθηναίοις λαφυροπωλῆσαι, τοὺς δʼ Ἀθηναίους ἐργαζομένους ἐν τῷ δεσμωτηρίῳ λαμβάνειν ἀλφίτων δύο κοτύλας.
民衆指導者の中で最も高名なディオクレスという者が、アテナイ人の将軍たちを虐待した上で処刑し、他の捕虜たちについては差し当たり全員を石切り場に監禁し、その後にアテナイ人と同盟を結んだ者たちは戦利品として奴隷に売り払い、アテナイ人自身については、牢獄で働きながら大麦粉二コテュレを支給されるべきだという意見を表明した。
§13.19.5ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος Ἑρμοκράτης παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐνεχείρει λέγειν, ὡς κάλλιόν ἐστι τοῦ νικᾶν τὸ τὴν νίκην ἐνεγκεῖν ἀνθρωπίνως.
この民衆決議案が読み上げられると、ヘルモクラテスが民会の前に進み出て、勝利することよりも、勝利を人間らしく受け入れることの方がより美しいと述べて、説得を試みた。
§13.19.6θορυβοῦντος δὲ τοῦ δήμου καὶ τὴν δημηγορίαν οὐχ ὑπομένοντος, Νικόλαός τις,ἐστερημένος ἐν τῷ πολέμῳ δυεῖν υἱῶν, ἀνέβαινεν ἐπὶ τὸ βῆμα κατεχόμενος ὑπὸ τῶν οἰκετῶν διὰ τὸ γῆρας·
しかし、民衆が騒ぎ立て、その演説を容認しなかったため、戦争で二人の息子を失ったニコラオスという男が、高齢のために召使いたちに支えられながら演壇に上った。
ὃν ὡς εἶδεν ὁ δῆμος, ἔληξε τοῦ θορύβου, νομίζων κατηγορήσειν τῶν αἰχμαλώτων.
民衆は彼を見ると、捕虜たちを激しく非難するだろうと考え、騒ぎをやめた。
γενομένης οὖν σιωπῆς ὁ πρεσβύτερος ἐντεῦθεν ἤρξατο τῶν λόγων.
こうして沈黙が訪れると、この老人はそこから演説を始めた。