§13.18.1οἱ δʼ Ἀθηναῖοι συνδραμόντες ἐπὶ τὰς τῶν ἡγεμόνων σκηνὰς ἐδέοντο τῶν στρατηγῶν, μὴ τῶν νεῶν, ἀλλὰ τῆς ἑαυτῶν φροντίζειν σωτηρίας.
雅典人跑到指挥官们的营帐前,请求将军们不要顾及船只,而是要设法保全他们自身的生命安全。
Δημοσθένης μὲν οὖν ἔφη δεῖν, λελυμένου τοῦ ζεύγματος, κατὰ τάχος πληροῦν τὰς τριήρεις, καὶ ἀπροσδοκήτως ἐπιθεμένους ἐπηγγέλλετο ῥᾳδίως κρατήσειν τῆς ἐπιβολῆς·
德摩斯梯尼因而说,既然封锁线已经解开,就应该迅速让三列桨战船满员,并许诺说,如果出其不意地发起进攻,他们将很容易取得这次行动的成功。
§13.18.2Νικίας δὲ συνεβούλευε καταλιπόντας τὰς ναῦς διὰ τῆς μεσογείου πρὸς τὰς συμμαχίδας πόλεις ἀναχωρεῖν.
尼西亚斯则建议放弃船只,穿过内陆向同盟城市撤退。
ᾧ πάντες ὁμογνώμονες γενόμενοι τῶν νεῶν τινας ἐνέπρησαν καὶ τὰ πρὸς τὴν ἀπαλλαγὴν παρεσκευάζοντο.
所有人对此达成了一致意见,于是烧毁了部分船只,开始为撤离做准备。
§13.18.3φανεροῦ δʼ ὄντος ὅτι τῆς νυκτὸς ἀναζεύξουσιν, Ἑρμοκράτης συνεβούλευε τοῖς Συρακοσίοις ἐξάγειν τῆς νυκτὸς ἅπαν τὸ στρατόπεδον καὶ τὰς ὁδοὺς ἁπάσας προκαταλαβέσθαι.
既然显而易见他们将在夜间开拔,赫莫克拉特斯便建议叙拉古人乘夜出动全军,提前占领所有的道路。
§13.18.4οὐ πειθομένων δὲ τῶν στρατηγῶν διὰ τὸ πολλοὺς μὲν τραυματίας εἶναι τῶν στρατιωτῶν, πάντας δʼ ὑπὸ τῆς μάχης κατακόπους ὑπάρχειν τοῖς σώμασιν, ἀπέστειλέ τινας τῶν ἱππέων ἐπὶ τὴν παρεμβολὴν τῶν Ἀθηναίων τοὺς ἐροῦντας, ὅτι προαπεστάλκασιν οἱ Συρακόσιοι τοὺς τὰς ὁδοὺς καὶ τοὺς ἐπικαιροτάτους τόπους προκαταληψομένους.
但由于许多士兵受伤,且所有人身体都因战斗而疲惫不堪,将军们并没有听从。 于是,他派遣了一些骑兵前往雅典人的营地,去告诉他们,叙拉古人已经提前派出了人手,准备去占领道路和最关键的地点。
§13.18.5ποιησάντων δὲ τῶν ἱππέων τὸ προσταχθὲν ἤδη νυκτὸς οὔσης, οἱ μὲν Ἀθηναῖοι νομίσαντες τῶν Λεοντίνων τινὰς εἶναι τοὺς διʼ εὔνοιαν ἀπηγγελκότας, διεταράχθησαν οὐ μικρῶς καὶ τὴν ἀπαλλαγὴν ὑπερέθεντο·
骑兵们在夜幕降临时执行了这一命令,雅典人以为那些出于好意前来通报的是雷翁提尼人,因而大为惊慌,推迟了撤退。
ᾧπερ εἰ μὴ παρεκρούσθησαν, ἀσφαλῶς ἂν ἐχωρίσθησαν.
如果他们没有被这一欺骗所误导,本可以安全撤离的。
§13.18.6οἱ μὲν οὖν Συρακόσιοι τῆς ἡμέρας ὑποφωσκούσης ἀπέστειλαν τοὺς προκαταληψομένους τὰ στενόπορα τῶν ὁδῶν·
于是,在黎明破晓时分,叙拉古人派出了前去提前占领道路隘口的人。
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ διελόμενοι τοὺς στρατιώτας εἰς δύο μέρη, καὶ τὰ μὲν σκευοφόρα καὶ τοὺς ἀρρώστους εἰς μέσον λαβόντες, τοὺς δὲ δυναμένους μάχεσθαι προηγεῖσθαι καὶ οὐραγεῖν τάξαντες, προῄεσαν ἐπὶ Κατάνης, ὧν μὲν Δημοσθένους, ὧν δὲ Νικίου καθηγουμένων.
而雅典的将军们则将士兵分为两部分,把辎重和伤病员放在中间,并命令有战斗力的人担任前锋和后卫,向卡塔奈前进,一部分由德摩斯梯尼领导,另一部分由尼西亚斯领导。