§13.17.1ἐπὶ πολὺν δὲ χρόνον πολλῶν ἀπολλυμένων ἡ μάχη τέλος οὐκ ἐλάμβανεν· οὐδὲ γὰρ οἱ θλιβόμενοι πρὸς τὴν γῆν φεύγειν ἐτόλμων.
在很长一段时间里,尽管有许多人丧生,战斗却仍未结束;因为即使是那些陷入苦战的人,也不敢向陆地逃跑。
οἱ μὲν γὰρ Ἀθηναῖοι τοὺς ἀφισταμένους τῆς μάχης καὶ τῇ γῇ προσπλέοντας ἠρώτων, εἰ διὰ τῆς γῆς εἰς Ἀθήνας πλεῦσαι νομίζουσιν, οἱ δὲ πεζοὶ τῶν Συρακοσίων τοὺς προσπλέοντας ἀνέκρινον, διὰ τί βουλομένων αὐτῶν εἰς τὰς τριήρεις ἐμβαίνειν κωλύσαντες αὐτοὺς μάχεσθαι νῦν προδιδόασι τὴν πατρίδα, καὶ εἰ διὰ τοῦτο ἔφραξαν τὸ στόμα τοῦ λιμένος, ὅπως κωλύσαντες τοὺς πολεμίους αὐτοὶ φεύγωσιν ἐπὶ τὸν αἰγιαλόν, καὶ τοῦ τελευτᾶν ὀφειλομένου πᾶσιν ἀνθρώποις ποῖον ζητοῦσι καλλίω θάνατον ἢ τὸν ὑπὲρ τῆς πατρίδος, ἣν ἔχοντες μάρτυρα τῶν ἀγώνων αἰσχρῶς ἐγκαταλείπουσιν.
雅典的步兵向那些退出战斗并驶向陆地的人问道,他们是否认为可以通过陆路乘船回雅典;而叙拉古的步兵则质问那些驶向岸边的人,为什么当初在步兵们希望登上三列桨战船时,船员们阻拦并强迫他们战斗,如今却要背叛祖国;他们是否为了这个目的而封锁了港口通道,以便在阻止敌人之后,自己可以逃往沙滩;而且,既然死亡是所有人应尽的义务,他们还能寻求比为祖国牺牲更光荣的死法吗——而他们却在卑劣地抛弃那见证了他们奋斗的祖国。
§13.17.2τοιαῦτα δὲ τῶν ἀπὸ τῆς γῆς στρατιωτῶν ὀνειδιζόντων τοῖς προσπλέουσιν, οἱ πρὸς τοὺς αἰγιαλοὺς ἀποφεύγοντες πάλιν ἀνέστρεφον, καίπερ συντετριμμένας ἔχοντες τὰς ναῦς καὶ ὑπὸ τῶν τραυμάτων καταβαρούμενοι.
由于陆地上的士兵对驶向岸边的人进行这样的责备,那些逃往沙滩的人再次转身投入战斗,尽管他们的船只已被撞碎,且因伤势过重而精疲力竭。
§13.17.3τῶν δὲ παρὰ τὴν πόλιν κινδυνευόντων Ἀθηναίων ἐκβιασθέντων καὶ πρὸς φυγὴν ὁρμησάντων, οἱ προσεχεῖς ἀεὶ τῶν Ἀθηναίων ἐνέκλινον, καὶ κατʼ ὀλίγον ἅπαντες ἐτράπησαν.
然而,当在城墙附近冒着生命危险战斗的雅典人被击退并开始逃跑时,相邻的雅典人也接连后退,渐渐地,所有人全线溃败。
§13.17.4οἱ μὲν οὖν Συρακόσιοι μετὰ πολλῆς κραυγῆς κατεδίωκον τὰς ναῦς ἐπὶ τὴν γῆν· τῶν δὲ Ἀθηναίων ὅσοι μὴ μετέωροι διεφθάρησαν, ἐπεὶ πρὸς τὰ βράχη προσηνέχθησαν, ἐκπηδῶντες ἐκ τῶν νεῶν εἰς τὸ πεζὸν στρατόπεδον ἔφευγον.
于是,叙拉古人伴随着巨大的呼喊声,将船只追击至陆地;而雅典人中凡是没有在海中丧命的,在船只被冲到浅滩时,便纷纷跳下船,向陆上的军营逃去。
§13.17.5ὁ δὲ λιμὴν πλήρης ἦν ὅπλων τε καὶ ναυαγίων, ὡς ἂν Ἀττικῶν μὲν νεῶν ἀπολομένων ἑξήκοντα, παρὰ δὲ τῶν Συρακοσίων ὀκτὼ μὲν τελέως διεφθαρμένων, ἑκκαίδεκα δὲ συντετριμμένων.
港口里塞满了武器和船只的残骸,因为雅典损失了六十艘船,而叙拉古方面有八艘被彻底摧毁,十六艘被撞碎。
οἱ δὲ Συρακόσιοι τῶν τε τριήρων ὅσας δυνατὸν ἦν εἷλκον ἐπὶ τὴν γῆν, καὶ τοὺς τετελευτηκότας πολίτας τε καὶ συμμάχους ἀνελόμενοι δημοσίας ταφῆς ἠξίωσαν.
叙拉古人将所有可能回收的三列桨战船拖上陆地,并收容了牺牲的市民与盟友的遗体,给予他们国葬的礼遇。