§13.17.1ἐπὶ πολὺν δὲ χρόνον πολλῶν ἀπολλυμένων ἡ μάχη τέλος οὐκ ἐλάμβανεν·
長い間、多くの者が命を落としながらも、戦いは終わりを迎えなかった。
οὐδὲ γὰρ οἱ θλιβόμενοι πρὸς τὴν γῆν φεύγειν ἐτόλμων.
窮地に立たされた者たちも、陸に向かって逃げる勇気が出なかったからである。
οἱ μὲν γὰρ Ἀθηναῖοι τοὺς ἀφισταμένους τῆς μάχης καὶ τῇ γῇ προσπλέοντας ἠρώτων, εἰ διὰ τῆς γῆς εἰς Ἀθήνας πλεῦσαι νομίζουσιν, οἱ δὲ πεζοὶ τῶν Συρακοσίων τοὺς προσπλέοντας ἀνέκρινον, διὰ τί βουλομένων αὐτῶν εἰς τὰς τριήρεις ἐμβαίνειν κωλύσαντες αὐτοὺς μάχεσθαι νῦν προδιδόασι τὴν πατρίδα, καὶ εἰ διὰ τοῦτο ἔφραξαν τὸ στόμα τοῦ λιμένος, ὅπως κωλύσαντες τοὺς πολεμίους αὐτοὶ φεύγωσιν ἐπὶ τὸν αἰγιαλόν, καὶ τοῦ τελευτᾶν ὀφειλομένου πᾶσιν ἀνθρώποις ποῖον ζητοῦσι καλλίω θάνατον ἢ τὸν ὑπὲρ τῆς πατρίδος, ἣν ἔχοντες μάρτυρα τῶν ἀγώνων αἰσχρῶς ἐγκαταλείπουσιν.
アテナイの歩兵たちは、戦闘から退いて陸へ船を寄せる者たちに向かって、陸路でアテナイまで船で行けると思っているのかと問い、他方、シラクサの歩兵たちは、岸に近づく者たちを厳しく問いただした。 すなわち、自分たちが船に乗り込むのを望んだときに、それを阻んで戦うように仕向けておきながら、なぜ今になって祖国を裏切るのか、そして、自分たちが浜辺へと逃げるために、敵の退路を断つかのようにして港の入り口を封鎖したのか。 また、すべての人間に死の定めが課されているというのに、闘いの証人たる祖国を卑劣にも見捨てながら、祖国のために死ぬこと以上に、これよりいかなる美しい死を求めているのか、と。
§13.17.2τοιαῦτα δὲ τῶν ἀπὸ τῆς γῆς στρατιωτῶν ὀνειδιζόντων τοῖς προσπλέουσιν, οἱ πρὸς τοὺς αἰγιαλοὺς ἀποφεύγοντες πάλιν ἀνέστρεφον, καίπερ συντετριμμένας ἔχοντες τὰς ναῦς καὶ ὑπὸ τῶν τραυμάτων καταβαρούμενοι.
陸の兵士たちがこのように船を寄せる者たちを非難したため、浜辺へと逃れようとしていた者たちも、船が大破し、多くの傷を負って苦しんでいたにもかかわらず、再び向き直って戦いへと戻っていった。
§13.17.3τῶν δὲ παρὰ τὴν πόλιν κινδυνευόντων Ἀθηναίων ἐκβιασθέντων καὶ πρὸς φυγὴν ὁρμησάντων, οἱ προσεχεῖς ἀεὶ τῶν Ἀθηναίων ἐνέκλινον, καὶ κατʼ ὀλίγον ἅπαντες ἐτράπησαν.
しかし、市壁の近くで戦っていたアテナイ勢が圧倒されて敗走し始めると、それに隣接していたアテナイ勢が次々と後退し、やがて少しずつ全員が敗走した。
§13.17.4οἱ μὲν οὖν Συρακόσιοι μετὰ πολλῆς κραυγῆς κατεδίωκον τὰς ναῦς ἐπὶ τὴν γῆν·
シラクサ人たちは大歓声を上げながら、船を陸に向かって追撃した。
τῶν δὲ Ἀθηναίων ὅσοι μὴ μετέωροι διεφθάρησαν, ἐπεὶ πρὸς τὰ βράχη προσηνέχθησαν, ἐκπηδῶντες ἐκ τῶν νεῶν εἰς τὸ πεζὸν στρατόπεδον ἔφευγον.
アテナイ人のうち、沖合で戦死しなかった者たちは、船が浅瀬に打ち上げられると、船から飛び降りて陸上の陣営へと逃げ込んだ。
§13.17.5ὁ δὲ λιμὴν πλήρης ἦν ὅπλων τε καὶ ναυαγίων, ὡς ἂν Ἀττικῶν μὲν νεῶν ἀπολομένων ἑξήκοντα, παρὰ δὲ τῶν Συρακοσίων ὀκτὼ μὲν τελέως διεφθαρμένων, ἑκκαίδεκα δὲ συντετριμμένων.
港は武器や船の残骸で満ちていた。 アテナイの船が六十隻失われ、シラクサ側も八隻が完全に破壊され、十六隻が大破したからである。
οἱ δὲ Συρακόσιοι τῶν τε τριήρων ὅσας δυνατὸν ἦν εἷλκον ἐπὶ τὴν γῆν, καὶ τοὺς τετελευτηκότας πολίτας τε καὶ συμμάχους ἀνελόμενοι δημοσίας ταφῆς ἠξίωσαν.
シラクサ人たちは、三段櫂船のうち回収可能なものをすべて陸へ引き揚げ、亡くなった市民や同盟者の遺体を回収して、国葬に付した。