§13.111.1μετὰ δὲ ταῦτα τῶν φίλων συναγαγὼν συνέδριον ἐβουλεύετο περὶ τοῦ πολέμου.
この後、彼は友人たちの会議を召集して戦争について協議した。
πάντων δὲ λεγόντων ἀνεπιτήδειον εἶναι τὸν τόπον περὶ τῶν ὅλων διακρίνεσθαι τοῖς πολεμίοις, πρὸς τὴν ἑσπέραν ἀπέστειλε κήρυκα περὶ τῆς εἰς αὔριον ἀναιρέσεως τῶν νεκρῶν, καὶ τὸν μὲν ἐκ τῆς πόλεως ὄχλον περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐξαπέστειλεν, αὐτὸς δὲ περὶ μέσας νύκτας ἀφώρμησε, καταλιπὼν τῶν ψιλῶν περὶ δισχιλίους.
全員が、その場所は敵と全般的な決戦を行うのには不適当であると述べたので、夕方に向けて、明日死体を回収することについて告げる伝令を派遣し、都市からの群衆を夜の第一守衛時刻のころに送り出した。 自身は夜中ごろに出発し、軽装兵を二千人ほど残した。
§13.111.2τούτοις δʼ ἦν παρηγγελμένον πυρὰ καίειν διʼ ὅλης τῆς νυκτὸς καὶ θορυβοποιεῖν πρὸς τὸ δόξαν ἐμποιῆσαι τοῖς Καρχηδονίοις ὡς μένοντος ἐν τῇ πόλει.
彼らには、一晩中かがり火をたき、騒音を立てるよう命令されていた。 これは、彼が都市にとどまっているかのような印象をカルタゴ人に与えるためであった。
οὗτοι μὲν οὖν ἤδη τῆς ἡμέρας ὑποφωσκούσης ἀφώρμησαν πρὸς τοὺς περὶ τὸν Διονύσιον, οἱ δὲ Καρχηδόνιοι διαισθόμενοι τὸ γεγονὸς μετεστρατοπέδευσαν εἰς τὴν πόλιν καὶ τὰ περιλειφθέντα κατὰ τὰς οἰκίας διήρπασαν.
こうして彼らは、すでに夜が明けかけるころ、ディオニュシオスの一行のもとへと出発した。 カルタゴ人たちは起こったことを察知すると、陣営を都市の中へと移し、家々に残されていたものを略奪した。
§13.111.3Διονύσιος δὲ παραγενόμενος εἰς τὴν Καμάριναν, ἠνάγκασε καὶ τοὺς ἐκεῖ μετὰ τέκνων καὶ γυναικῶν εἰς Συρακούσας ἀπιέναι.
ディオニュシオスはカマリナに到着すると、そこの人々をも子供や妻たちを連れてシュラクサイへと立ち去るよう強制した。
τοῦ φόβου δʼ οὐδεμίαν ἀναβολὴν διδόντος τινὲς μὲν ἀργύριον καὶ χρυσίον καὶ τὰ ῥᾳδίως φέρεσθαι δυνάμενα συνεσκευάζοντο, τινὲς δὲ γονεῖς καὶ τέκνα τὰ νήπια λαβόντες ἔφευγον, οὐδεμίαν ἐπιστροφὴν χρημάτων ποιούμενοι·
恐怖が何の猶予も与えなかったため、ある人々は銀や金、また容易に持ち運べるものを荷造りし、またある人々は両親や幼い子供たちを連れて逃亡し、財産には全く目もくれなかった。
ἔνιοι δὲ γεγηρακότες ἢ νόσῳ βαρυνόμενοι διʼ ἐρημίαν συγγενῶν ἢ φίλων ὑπελείποντο, προσδοκωμένων ὅσον οὔπω παρέσεσθαι τῶν Καρχηδονίων·
一方、高齢であったり病気で衰弱していたりする一部の人々は、親族や友人がいないために後に残された。 カルタゴ人たちが今にも現れると予想されたからである。
§13.111.4ἡ γὰρ περὶ Σελινοῦντα καὶ Ἱμέραν, ἔτι δὲ Ἀκράγαντα, γενομένη συμφορὰ τοὺς ἀνθρώπους ἐξέπληττε, πάντων καθάπερ ὑπὸ τὴν ὅρασιν λαμβανόντων τὴν τῶν Καρχηδονίων δεινότητα.
というのも、セリヌスやヒメラ、さらにアクラガスで起こった災難が人々を驚愕させており、誰もがカルタゴ人の残虐さを目の当たりにするかのように感じていたからである。
οὐδεμία γὰρ ἦν παρʼ αὐτοῖς φειδὼ τῶν ἁλισκομένων, ἀλλʼ ἀσυμπαθῶς τῶν ἠτυχηκότων οὓς μὲν ἀνεσταύρουν, οἷς δʼ ἀφορήτους ἐπῆγον ὕβρεις.
彼らの間では、捕らえられた者たちへの容赦は全くなく、不運に見舞われた者たちのうち、ある者は無慈悲にも十字架にかけられ、他の者には耐え難い侮辱が加えられた。
§13.111.5οὐ μὴν ἀλλὰ δυεῖν πόλεων ἐξοριζομένων ἔγεμεν ἡ χώρα γυναικῶν καὶ παίδων καὶ τῶν ἄλλων ὄχλων·
それどころか、二つの都市が退去させられるにあたり、地方は女性や子供、その他の群衆で満ち溢れた。
ἃ θεωροῦντες οἱ στρατιῶται διʼ ὀργῆς μὲν εἶχον τὸν Διονύσιον, ἠλέουν δὲ τὰς τῶν ἀκληρούντων τύχας·
これを目の当たりにした兵士たちは、ディオニュシオスに対して怒りを抱いたが、不運な人々(不幸な境遇の人々)の運命を憐れんだ。
§13.111.6ἑώρων γὰρ παῖδας ἐλευθέρους καὶ παρθένους ἐπιγάμους ἀναξίως τῆς ἡλικίας ὡς ἔτυχε κατὰ τὴν ὁδὸν ὡρμημένας, ἐπειδὴ τὴν σεμνότητα καὶ τὴν πρὸς τοὺς ἀλλοτρίους ἐντροπὴν ὁ καιρὸς ἀφῃρεῖτο.
なぜなら、自由な子供たちや結婚を控えた乙女たちが、その年齢にそぐわない形で、なりふり構わず道へと出発しているのを見たからである。 危機が、彼女たちの威厳や、見知らぬ人に対する慎みを奪い去っていたからである。
παραπλησίως δὲ καὶ τοῖς πρεσβυτέροις συνήλγουν, βλέποντες παρὰ φύσιν ἀναγκαζομένους ἅμα τοῖς ἀκμάζουσιν ἐπισπεύδειν.
同様に、彼らは老人たちに対しても同情を寄せた。 彼らが、盛りの者たちと共に、不自然な形で急ぐことを強いられているのを見たからである。