Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.106.1-13.106.10

羊河之战与赖山德的胜利

第 285 段,共 723 段 · 希腊语

内容简介

雅典军队在羊河战役中遭到赖山德率领的斯巴达军队奇袭并全军覆没。获胜的赖山德派遣吉利普斯押送战利品回斯巴达,但吉利普斯在途中私吞金钱被识破,被迫流亡。

§13.106.1ἐπεὶ δʼ οἱ μὲν πολέμιοι ναυμαχεῖν οὐκ ἤθελον, τὸ δὲ στρατόπεδον σιτοδεία κατεῖχε, Φιλοκλῆς ἐκείνην τὴν ἡμέραν ἀφηγούμενος τοῖς μὲν ἄλλοις τριηράρχοις προσέταξε πληρώσαντας τὰς τριήρεις ἀκολουθεῖν, αὐτὸς δʼ ἑτοίμας ἔχων ναῦς τριάκοντα τάχιον ἐξέπλευσεν.
由于敌军不愿进行海战,而营地又陷入粮食短缺,当天担任指挥官的菲洛克莱斯命令其他三列桨战船的指挥官们在满载船员后跟随其后,而他自己则率领已经准备就绪的三十艘战船更早一步出航。
§13.106.2ὁ δὲ Λύσανδρος παρά τινων αὐτομόλων ταῦτʼ ἀκούσας, μετὰ πασῶν τῶν νεῶν ἀναχθεὶς καὶ τὸν Φιλοκλέα τρεψάμενος πρὸς τὰς ἄλλας ναῦς κατεδίωξεν.
赖山德从一些逃兵处获悉了这一消息,便率领所有战船出海迎击,在击退菲洛克莱斯后,将他往其他战船的方向追击。
§13.106.3οὔπω δὲ τῶν τριήρων τοῖς Ἀθηναίοις πεπληρωμένων θόρυβος κατεῖχεν ἅπαντας διὰ τὴν ἀπροσδόκητον ἐπιφάνειαν τῶν πολεμίων.
在雅典人还来不及为三列桨战船满载船员之前,由于敌军出人意料地出现,全体人员陷入了一片混乱之中。
§13.106.4ὁ δὲ Λύσανδρος συνιδὼν τὴν τῶν ἐναντίων ταραχήν, Ἐτεόνικον μὲν μετὰ τῶν εἰωθότων πεζῇ μάχεσθαι ταχέως ἀπεβίβασεν· ὁ δὲ ὀξέως τῇ τοῦ καιροῦ ῥοπῇ χρησάμενος μέρος κατελάβετο τῆς παρεμβολῆς· αὐτὸς δʼ ὁ Λύσανδρος ἁπάσαις ταῖς τριήρεσιν ἐξηρτυμέναις ἐπιπλεύσας, καὶ σιδηρᾶς ἐπιβαλὼν χεῖρας, ἀπέσπα τὰς ὁρμούσας ἐπὶ τῇ γῇ ναῦς.
赖山德察觉到对手的混乱,迅速派遣埃特奥尼科斯与那些习惯于步战的士兵一起登岸;埃特奥尼科斯迅速抓住这一关键时机,占领了营地的一部分;赖山德自己则率领所有装备齐备的三列桨战船驶向敌军,抛出铁钩,将停泊在岸边的战船拖走。
§13.106.5Ἀθηναῖοι δὲ τὸ παράδοξον ἐκπεπληγμένοι, καὶ μήτʼ ἀναχθῆναι ταῖς ναυσὶν ἀναστροφὴν ἔχοντες μήτε πεζῇ διαγωνίζεσθαι δυνάμενοι, βραχὺν ἀντισχόντες χρόνον ἐτράπησαν, εὐθὺ δʼ οἱ μὲν τὰς ναῦς, οἱ δὲ τὴν παρεμβολὴν ἐκλιπόντες ἔφυγον, ὅπου ποθʼ ἕκαστος ἤλπιζε σωθήσεσθαι.
雅典人对这突如其来的变故感到震惊,既没有时间让战船出航,又无力在陆上交战,仅抵抗了片刻便溃败了;随即,有的人弃船而逃,有的人则抛下营地,纷纷逃往各自认为能够安全生还的地方。
§13.106.6τῶν μὲν οὖν τριήρων δέκα μόνον διεξέπεσον, ὧν μίαν ἔχων Κόνων ὁ στρατηγὸς τὴν μὲν εἰς Ἀθήνας ἐπάνοδον ἀπέγνω φοβηθεὶς τὴν ὀργὴν τοῦ δήμου, πρὸς Εὐαγόραν δὲ τὸν ἀφηγούμενον τῆς Κύπρου κατέφυγεν, ἔχων πρὸς αὐτὸν φιλίαν· τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι μὲν κατὰ γῆν φυγόντες εἰς Σηστὸν διεσώθησαν.
因此,在所有的三列桨战船中,只有十艘成功脱险,其中一艘由将领科农指挥,他因害怕民众的愤怒而放弃了返回雅典的念头,转而投奔了与他有交情的塞浦路斯统治者埃瓦戈拉斯;而在士兵中,大多数人通过陆路逃亡,安全抵达了塞斯托斯。
§13.106.7Λύσανδρος δὲ τὰς λοιπὰς ναῦς παραλαβὼν αἰχμαλώτους, καὶ ζωγρήσας Φιλοκλέα τὸν στρατηγόν, ἀπαγαγὼν εἰς Λάμψακον ἀπέσφαξεν.
赖山德将其余的战船作为战利品缴获,并活捉了将领菲洛克莱斯,将其押送至拉姆普萨科斯处死。
μετὰ δὲ ταῦτʼ εἰς Λακεδαίμονα τοὺς τὴν νίκην ἀπαγγελοῦντας ἀπέστειλεν ἐπὶ τῆς κρατίστης τριήρους, κοσμήσας τοῖς πολυτελεστάτοις τὴν ναῦν ὅπλοις καὶ λαφύροις.
在此之后,他用最昂贵的武器和战利品装饰了最精良的一艘三列桨战船,派遣使者乘其前往拉刻代蒙报捷。
§13.106.8ἐπὶ δὲ τοὺς εἰς Σηστὸν καταφυγόντας Ἀθηναίους στρατεύσας τὴν μὲν πόλιν εἷλε, τοὺς δʼ Ἀθηναίους ὑποσπόνδους ἀφῆκεν.
随后,他向逃往塞斯托斯的雅典人发动进攻,攻占了该城,但允许雅典人根据协定撤离。
εὐθὺς δὲ τῇ δυνάμει πλεύσας ἐπὶ Σάμον αὐτὸς μὲν ταύτην ἐπολιόρκει, Γύλιππον δὲ τὸν εἰς Σικελίαν τοῖς Συρακοσίοις τῷ ναυτικῷ συμπολεμήσαντα ἀπέστειλεν εἰς Σπάρτην τά τε λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια καὶ πεντακόσια.
他立即率军航行至萨摩斯,亲自包围了该岛,同时将曾在西西里与叙拉古人并肩海战的吉利普斯派遣回斯巴达,带去战利品以及随同的一千五百塔兰同银币。
§13.106.9ὄντος δὲ τοῦ χρήματος ἐν σακίοις, καὶ ταῦτʼ ἔχοντος ἑκάστου σκυτάλην ἔχουσαν τὴν ἐπιγραφὴν τὸ πλῆθος τοῦ χρήματος δηλοῦσαν, ταύτην ἀγνοήσας ὁ Γύλιππος τὰ μὲν σακία παρέλυσεν, ἐξελόμενος δὲ τάλαντα τριακόσια, καὶ διὰ τῆς ἐπιγραφῆς γνωσθεὶς ὑπὸ τῶν ἐφόρων, ἔφυγε καὶ κατεδικάσθη θανάτῳ.
由于这笔钱装在袋子里,每个袋子都配有一块带有铭文的割符,说明钱的数量,吉利普斯在不了解这块割符的情况下解开了袋子,私吞了三百塔兰同,后被监察官通过铭文识破,他便逃亡并被判处死刑。
§13.106.10παραπλησίως δὲ καὶ τὸν πατέρα τοῦ Γυλίππου Κλέαρχον συνέβη φυγεῖν ἐν τοῖς ἔμπροσθεν χρόνοις, ὅτι δόξας παρὰ Περικλέους λαβεῖν χρήματα περὶ τοῦ τὴν εἰσβολὴν εἰς τὴν Ἀττικὴν μὴ ποιήσασθαι κατεδικάσθη θανάτῳ, καὶ φυγὼν ἐν Θουρίοις τῆς Ἰταλίας διέτριβεν.
与之类似,在早些时候,吉利普斯的父亲克利阿科斯也曾遭遇流亡,因为他被认为接受了伯里克利的贿赂以不入侵阿提卡,因而被判处死刑,流亡后在意大利的图里伊度日。
οὗτοι μὲν οὖν, ἄνδρες ἱκανοὶ τἄλλα δόξαντες εἶναι, ταῦτα πράξαντες τὸν ἄλλον βίον αὐτῶν κατῄσχυναν.
这些在其他方面被认为是有能之士的人,却因做出这等勾当而使他们余下的生涯蒙羞。

词汇与语法注释

  1. 13.106.1πληρώσαντας — 分词 `πληρώσαντας`(宾格、复数、阳性)作为不定式 `ἀκολουθεῖν` 的逻辑主语。尽管主句动词 `προσέταξε` 支配与格(`τοῖς μὲν ἄλλοις τριηράρχοις`),但不定式的逻辑主语按希腊语的常见习惯采用了宾格。
  2. 13.106.4τῇ τοῦ καιροῦ ῥοπῇ — 物理上天平倾斜的词汇 `ῥοπή` 在此处被比喻性地用于表示“决定性的时刻”或“良机”。它在此作为支配与格的分词 `χρησάμενος` 的宾语。
  3. 13.106.9ταῦτʼ ἔχοντος ἑκάστου — 这是一个属格绝对结构,以 `ἑκάστου`(属格、单数、中性,指代前文的 `σακίοις`,意为“每个袋子”)为主语。`ταῦτʼ` 为中性复数宾格代词,指代前文的 `χρήματα`,作为分词 `ἔχοντος` 的直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.106.1-13.106.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.106.1-13.106.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。