§13.105.1οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πυθόμενοι τοὺς Λακεδαιμονίους πάσῃ τῇ δυνάμει πολιορκεῖν Λάμψακον, συνήγαγόν τε πανταχόθεν τριήρεις καὶ κατὰ σπουδὴν ἀνήχθησαν ἐπʼ αὐτοὺς ναυσὶν ἑκατὸν ὀγδοήκοντα.
雅典将领们获悉拉刻代蒙人正动用全部兵力围攻拉姆普萨科斯,便从各地召集三列桨战船,急忙率领一百八十艘战船出航迎战敌军。
§13.105.2εὑρόντες δὲ τὴν πόλιν ἡλωκυῖαν, τότε μὲν ἐν Αἰγὸς ποταμοῖς καθώρμισαν τὰς ναῦς, μετὰ δὲ ταῦτʼ ἐπιπλέοντες τοῖς πολεμίοις καθʼ ἡμέραν εἰς ναυμαχίαν προεκαλοῦντο.
然而,当他们发现该城已经陷落时,当时便将战船停泊在羊河(艾戈斯波塔米)。 此后,他们每日驾船驶向敌军,向其挑战海战。
οὐκ ἀνταναγομένων δὲ τῶν Πελοποννησίων, οἱ μὲν Ἀθηναῖοι διηπόρουν ὅ,τι χρήσωνται τοῖς πράγμασιν, οὐ δυνάμενοι τὸν πλείω χρόνον ἐκεῖ διατρέφειν τὰς δυνάμεις.
由于伯罗奔尼撒人拒绝出航迎战,雅典人不知该如何应对这一局面,因为他们无法在当地长期维持军队的给养。
§13.105.3Ἀλκιβιάδου δὲ πρὸς αὐτοὺς ἐλθόντος καὶ λέγοντος, ὅτι Μήδοκος καὶ Σεύθης οἱ τῶν Θρᾳκῶν βασιλεῖς εἰσιν αὐτῷ φίλοι, καὶ δύναμιν πολλὴν ὡμολόγησαν δώσειν, ἐὰν βούληται διαπολεμεῖν τοῖς Λακεδαιμονίοις·
这时,阿尔西比亚德斯来到他们那里,对他们说,色雷斯国王梅多科斯和塞乌特斯是他的朋友,并承诺如果他愿意与拉刻代蒙人交战,就将提供大量兵力。
διόπερ αὐτοὺς ἠξίου μεταδοῦναι τῆς ἡγεμονίας, ἐπαγγελλόμενος αὐτοῖς δυεῖν θάτερον, ἢ ναυμαχεῖν τοὺς πολεμίους ἀναγκάσειν ἢ πεζῇ μετὰ Θρᾳκῶν πρὸς αὐτοὺς διαγωνιεῖσθαι.
因此,他要求将领们让他分享指挥权,并向他们保证两者必居其一:要么迫使敌军进行海战,要么率领色雷斯人在陆上与敌军决战。
§13.105.4ταῦτα δὲ ὁ Ἀλκιβιάδης ἔπραττεν ἐπιθυμῶν διʼ ἑαυτοῦ τῇ πατρίδι μέγα τι κατεργάσασθαι καὶ διὰ τῶν εὐεργεσιῶν τὸν δῆμον ἀποκαταστῆσαι εἰς τὴν ἀρχαίαν εὔνοιαν.
阿尔西比亚德斯之所以这样做,是渴望通过自己的力量为祖国建立丰功伟绩,并凭借这些恩惠使民众恢复对他的旧日好感。
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοί, νομίσαντες τῶν μὲν ἐλαττωμάτων ἑαυτοῖς τὴν μέμψιν ἀκολουθήσειν, τὰ δʼ ἐπιτεύγματα προσάψειν ἅπαντας Ἀλκιβιάδῃ, ταχέως αὐτὸν ἐκέλευσαν ἀπιέναι καὶ μηκέτι προσεγγίζειν τῷ στρατοπέδῳ.
然而,雅典的将领们认为,一旦失利,责罚将由他们承担,而一切功绩则会被所有人归于阿尔西比亚德斯,于是他们命令他迅速离开,不得再靠近军营。