§12.9.1καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势便处于如此状态。
κατὰ δὲ τὴν Ἰταλίαν συνέβη κτισθῆναι τὴν τῶν Θουρίων πόλιν διʼ αἰτίας τοιαύτας.
但在意大利,由于以下原因,图里伊城建立了起来。
ἐν τοῖς ἔμπροσθεν χρόνοις Ἑλλήνων κτισάντων κατὰ τὴν Ἰταλίαν πόλιν Σύβαριν, συνέβη ταύτην λαβεῖν ταχεῖαν αὔξησιν διὰ τὴν ἀρετὴν τῆς χώρας.
在先前的时代,希腊人在意大利建立了叙巴里斯城,由于该地区土地肥沃,这座城市获得了快速的成长。
§12.9.2κειμένης γὰρ ἀνὰ μέσον δυεῖν ποταμῶν, τοῦ τε Κράθιος καὶ τοῦ Συβάριος, ἀφʼ οὗ ταύτης ἔτυχε τῆς προσηγορίας, οἱ κατοικισθέντες νεμόμενοι πολλὴν καὶ καρποφόρον χώραν μεγάλους ἐκτήσαντο πλούτους.
因为该城坐落在克拉蒂斯河与叙巴里斯河(该城便是由此得名)两河之间,在此定居的人们由于开发着辽阔且肥沃的土地,获得了巨大的财富。
πολλοῖς δὲ μεταδιδόντες τῆς πολιτείας ἐπὶ τοσοῦτο προέβησαν, ὥστε δόξαι πολὺ προέχειν τῶν κατὰ τὴν Ἰταλίαν οἰκούντων, πολυανθρωπίᾳ τε τοσοῦτο διήνεγκαν, ὥστε τὴν πόλιν ἔχειν πολιτῶν τριάκοντα μυριάδας.
他们通过向许多人分享公民权而发展到了如此地步,以至于被认为远超居住在意大利的其他居民,在人口众多方面也极为杰出,以至于城市拥有三十万市民。
γενόμενος δὲ παρʼ αὐτοῖς δημαγωγὸς Τῆλυς, καὶ κατηγορῶν τῶν μεγίστων ἀνδρῶν, ἔπεισε τοὺς Συβαρίτας φυγαδεῦσαι τοὺς εὐπορωτάτους τῶν πολιτῶν πεντακοσίους καὶ τὰς οὐσίας αὐτῶν δημεῦσαι.
但在他们之中出现了一位名叫泰利斯的煽动者,他控告最显赫的人,说服叙巴里斯人驱逐了五百名最富有的公民,并没收了他们的财产。
§12.9.3τῶν δὲ φυγάδων παρελθόντων εἰς Κρότωνα καὶ καταφυγόντων ἐπὶ τοὺς εἰς τὴν ἀγορὰν βωμούς, ὁ μὲν Τῆλυς ἐξέπεμψε πρεσβευτὰς πρὸς τοὺς Κροτωνιάτας, οἷς ἦν προστεταγμένον ἢ τοὺς φυγάδας ἐκδοῦναι ἢ πόλεμον προσδέχεσθαι.
当这些流亡者来到克罗顿,并逃往广场上的祭坛寻求庇护时,泰利斯向克罗顿人派出了使节,使节们被命令:要么交出流亡者,要么准备迎接战争。
§12.9.4συναχθείσης δὲ ἐκκλησίας καὶ προτεθείσης βουλῆς, πότερον χρὴ τοὺς ἱκέτας ἐκδοῦναι τοῖς Συβαρίταις ἢ πόλεμον ὑπομεῖναι πρὸς δυνατωτέρους, ἀπορουμένης τε τῆς συγκλήτου καὶ τοῦ δήμου, τὸ μὲν πρῶτον ἔρρεπε ταῖς γνώμαις τὸ πλῆθος πρὸς τὴν ἀπόδοσιν τῶν ἱκετῶν διὰ τὸν πόλεμον· μετὰ δὲ ταῦτα Πυθαγόρου τοῦ φιλοσόφου συμβουλεύσαντος σώζειν τοὺς ἱκέτας, μετέπεσον ταῖς γνώμαις καὶ τὸν πόλεμον ὑπὲρ τῆς τῶν ἱκετῶν σωτηρίας ἀνείλοντο.
随着公民大会的召开以及提议进行讨论——究竟是应该向叙巴里斯人交出求庇护者,还是应该承受与更强大敌人的战争,元老院和民众都陷入了困境,起初,出于对战争的顾虑,群众的意见倾斜于交出求庇护者;但此后,在哲学家毕达哥拉斯建议挽救求庇护者之后,他们改变了心意,为了求庇护者的安全而承担起了战争。
§12.9.5στρατευσάντων δʼ ἐπʼ αὐτοὺς τῶν Συβαριτῶν τριάκοντα μυριάσιν ἀντετάχθησαν οἱ Κροτωνιᾶται δέκα μυριάσι, Μίλωνος τοῦ ἀθλητοῦ ἡγουμένου καὶ διὰ τὴν ὑπερβολὴν τῆς τοῦ σώματος ῥώμης πρώτου τρεψαμένου τοὺς καθʼ αὑτὸν τεταγμένους.
当叙巴里斯人以三十万大军向他们发起进攻时,克罗顿人以十万军队迎战,由运动员米隆担任统帅,他因其非凡的体魄力量,率先击溃了排在自己对面的敌军。
§12.9.6ὁ γὰρ ἀνὴρ οὗτος, ἑξάκις Ὀλύμπια νενικηκὼς καὶ τὴν ἀλκὴν ἀκόλουθον ἔχων τῇ κατὰ τὸ σῶμα φύσει, λέγεται πρὸς τὴν μάχην ἀπαντῆσαι κατεστεφανωμένος μὲν τοῖς Ὀλυμπικοῖς στεφάνοις, διεσκευασμένος δὲ εἰς Ἡρακλέους σκευὴν λεοντῇ καὶ ῥοπάλῳ· αἴτιον δὲ γενόμενον τῆς νίκης θαυμασθῆναι παρὰ τοῖς πολίταις.
因为此人曾六次在奥林匹亚运动会上夺魁,且拥有与其身体天赋相称的勇武,据说他戴着奥林匹亚花冠,身披狮皮、手持大棒,装扮成赫拉克勒斯的模样迎战;他成为了胜利的功臣,受到了公民们的惊叹与赞赏。