§12.9.1καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Ἰταλίαν συνέβη κτισθῆναι τὴν τῶν Θουρίων πόλιν διʼ αἰτίας τοιαύτας. ἐν τοῖς ἔμπροσθεν χρόνοις Ἑλλήνων κτισάντων κατὰ τὴν Ἰταλίαν πόλιν Σύβαριν, συνέβη ταύτην λαβεῖν ταχεῖαν αὔξησιν διὰ τὴν ἀρετὴν τῆς χώρας. §12.9.2κειμένης γὰρ ἀνὰ μέσον δυεῖν ποταμῶν, τοῦ τε Κράθιος καὶ τοῦ Συβάριος, ἀφʼ οὗ ταύτης ἔτυχε τῆς προσηγορίας, οἱ κατοικισθέντες νεμόμενοι πολλὴν καὶ καρποφόρον χώραν μεγάλους ἐκτήσαντο πλούτους. πολλοῖς δὲ μεταδιδόντες τῆς πολιτείας ἐπὶ τοσοῦτο προέβησαν, ὥστε δόξαι πολὺ προέχειν τῶν κατὰ τὴν Ἰταλίαν οἰκούντων, πολυανθρωπίᾳ τε τοσοῦτο διήνεγκαν, ὥστε τὴν πόλιν ἔχειν πολιτῶν τριάκοντα μυριάδας. γενόμενος δὲ παρʼ αὐτοῖς δημαγωγὸς Τῆλυς, καὶ κατηγορῶν τῶν μεγίστων ἀνδρῶν, ἔπεισε τοὺς Συβαρίτας φυγαδεῦσαι τοὺς εὐπορωτάτους τῶν πολιτῶν πεντακοσίους καὶ τὰς οὐσίας αὐτῶν δημεῦσαι. §12.9.3τῶν δὲ φυγάδων παρελθόντων εἰς Κρότωνα καὶ καταφυγόντων ἐπὶ τοὺς εἰς τὴν ἀγορὰν βωμούς, ὁ μὲν Τῆλυς ἐξέπεμψε πρεσβευτὰς πρὸς τοὺς Κροτωνιάτας, οἷς ἦν προστεταγμένον ἢ τοὺς φυγάδας ἐκδοῦναι ἢ πόλεμον προσδέχεσθαι. §12.9.4συναχθείσης δὲ ἐκκλησίας καὶ προτεθείσης βουλῆς, πότερον χρὴ τοὺς ἱκέτας ἐκδοῦναι τοῖς Συβαρίταις ἢ πόλεμον ὑπομεῖναι πρὸς δυνατωτέρους, ἀπορουμένης τε τῆς συγκλήτου καὶ τοῦ δήμου, τὸ μὲν πρῶτον ἔρρεπε ταῖς γνώμαις τὸ πλῆθος πρὸς τὴν ἀπόδοσιν τῶν ἱκετῶν διὰ τὸν πόλεμον· μετὰ δὲ ταῦτα Πυθαγόρου τοῦ φιλοσόφου συμβουλεύσαντος σώζειν τοὺς ἱκέτας, μετέπεσον ταῖς γνώμαις καὶ τὸν πόλεμον ὑπὲρ τῆς τῶν ἱκετῶν σωτηρίας ἀνείλοντο. §12.9.5στρατευσάντων δʼ ἐπʼ αὐτοὺς τῶν Συβαριτῶν τριάκοντα μυριάσιν ἀντετάχθησαν οἱ Κροτωνιᾶται δέκα μυριάσι, Μίλωνος τοῦ ἀθλητοῦ ἡγουμένου καὶ διὰ τὴν ὑπερβολὴν τῆς τοῦ σώματος ῥώμης πρώτου τρεψαμένου τοὺς καθʼ αὑτὸν τεταγμένους. §12.9.6ὁ γὰρ ἀνὴρ οὗτος, ἑξάκις Ὀλύμπια νενικηκὼς καὶ τὴν ἀλκὴν ἀκόλουθον ἔχων τῇ κατὰ τὸ σῶμα φύσει, λέγεται πρὸς τὴν μάχην ἀπαντῆσαι κατεστεφανωμένος μὲν τοῖς Ὀλυμπικοῖς στεφάνοις, διεσκευασμένος δὲ εἰς Ἡρακλέους σκευὴν λεοντῇ καὶ ῥοπάλῳ· αἴτιον δὲ γενόμενον τῆς νίκης θαυμασθῆναι παρὰ τοῖς πολίταις.
そして、シケリアの情勢はこのような状態にあった。しかしイタリアにおいては、次のような理由からトゥリオイの街が建設されることになった。以前の時代に、ギリシア人たちがイタリアにシュバリスの街を建設した際、その土地の肥沃さゆえに、この街が急速な成長を遂げることがあった。というのも、この街はクラティスとシュバリスという二つの川の間に位置しており(街の名前はこの川に由来する)、そこに定居した人々は、広大で実り豊かな土地を耕作することによって、莫大な富を獲得したからである。また、多くの人々に市民権を分け与えることで、彼らはイタリアに居住する他の人々をはるかに凌駕するほどに発展し、人口の多さにおいても非常に優れていたため、その街は三十万人の市民を擁するほどであった。しかし、彼らの間にテリュスという民衆指導者が現れ、最も有力な男たちを告発して、最も富裕な市民五百人を追放し、彼らの財産を没収するようシュバリス人たちを説得した。追放された者たちがクロトンへと赴き、広場にある祭壇に逃れて庇護を求めると、テリュスはクロトン人たちのもとへ使節を派遣した。彼らには、追放者たちを引き渡すか、さもなければ戦争を覚悟せよとの命令が下されていた。民会が招集され、懇願者たちをシュバリス人たちに引き渡すべきか、それともより強力な敵との戦争に耐えるべきかについて審議が提案されたが、評議会も民衆も途方に暮れていた。最初は、戦争を恐れて、群衆の意見は懇願者たちを引き渡す方に傾いていた。しかしその後、哲学者ピタゴラスが懇願者たちを救うよう勧告すると、彼らは考えを変え、懇願者たちの安全のために戦争を引き受けることにした。シュバリス人たちが三十万の軍勢で彼らに攻め寄せてきたとき、クロトン人は十万の軍勢でこれに対抗した。アスリートのミロンがこれを率い、彼はその並外れた肉体の強さによって、自分の正面に配置された敵を真っ先に敗走させた。というのも、この男はオリンピア競技会で六度優勝しており、その肉体的な素質に見合った勇猛さを持っていたが、オリンピアの冠を戴き、獅子の皮と棍棒というヘラクレスの装束を身にまとって戦いに臨んだと伝えられているからである。そして、彼は勝利の立役者となり、市民たちの間で驚嘆され称賛された。