§12.10.1τῶν δὲ Κροτωνιατῶν διὰ τὴν ὀργὴν ζωγρεῖν μὲν μηδένα βουληθέντων, πάντας δὲ κατὰ τὴν φυγὴν τοὺς ὑποπεσόντας ἀποκτεινόντων, οἱ πλείους κατεκόπησαν· τὴν δὲ πόλιν διήρπασαν καὶ παντελῶς ἔρημον ἐποίησαν.
由于克罗顿人出于愤怒,不想活捉任何人,而是杀死了所有在逃跑中落入其手的人,因此大多数人被斩杀;他们洗劫了这座城市,使其完全荒废。
§12.10.2ὕστερον δὲ ἔτεσιν ὀκτὼ πρὸς τοῖς πεντήκοντα Θετταλοὶ συνῴκισαν, καὶ μετʼ ὀλίγον ὑπὸ Κροτωνιατῶν ἐξέπεσον κατὰ τοὺς ὑποκειμένους καιρούς.
五十八年后,色萨利人共同在此定居,但不久之后,在所讨论的时期,他们又被克罗顿人驱逐了。
§12.10.3καὶ μετὰ βραχὺ μετασταθεῖσα εἰς ἕτερον τόπον προσηγορίας ἑτέρας ἔτυχε, κτιστῶν γενομένων Λάμπωνος καὶ Ξενοκρίτου τοῦτον τὸν τρόπον.
没过多久,该城迁至另一处,并获得了另一个名字,这是在兰蓬和克塞诺克里托斯成为奠基人的情况下,以如下方式实现的。
οἱ γὰρ τὸ δεύτερον ἐκπεσόντες ἐκ τῆς πατρίδος Συβαρῖται πρέσβεις ἔπεμψαν εἰς τὴν Ἑλλάδα πρὸς Λακεδαιμονίους καὶ Ἀθηναίους, ἀξιοῦντες συνεπιλαβέσθαι τῆς καθόδου καὶ κοινωνῆσαι τῆς ἀποικίας.
因为第二次被逐出祖国的叙巴里斯人向希腊的拉刻代蒙人和雅典人派遣了使节,请求他们协助复国并共同参与殖民。
§12.10.4Λακεδαιμόνιοι μὲν οὖν οὐ προσέσχον αὐτοῖς, Ἀθηναῖοι δὲ συμπράξειν ἐπαγγειλάμενοι, δέκα ναῦς πληρώσαντες ἀπέστειλαν τοῖς Συβαρίταις, ὧν ἡγεῖτο Λάμπων τε καὶ Ξενόκριτος· ἐκήρυξαν δὲ κατὰ τὰς ἐν Πελοποννήσῳ πόλεις κοινοποιούμενοι τὴν ἀποικίαν τῷ βουλομένῳ μετέχειν τῆς ἀποικίας.
于是拉刻代蒙人没有理会他们,但雅典人承诺协助,装备了十艘船派遣给叙巴里斯人,由兰蓬和克塞诺克里托斯率领;他们还在伯罗奔尼撒的各城市进行宣告,向任何想要参与殖民的人提供共享殖民地的机会。
§12.10.5ὑπακουσάντων δὲ πολλῶν καὶ λαβόντων χρησμὸν παρὰ τοῦ Ἀπόλλωνος, ὅτι δεῖ κτίσαι πόλιν αὐτοὺς ἐν τούτῳ τῷ τόπῳ, ὅπου μέλλουσιν οἰκεῖν
"
μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες,
"
κατέπλευσαν εἰς τὴν Ἰταλίαν, καὶ καταντήσαντες εἰς τὴν Σύβαριν ἐζήτουν τὸν τόπον, ὃν ὁ θεὸς ἦν προστεταχὼς κατοικεῖν.
许多人响应并从阿波罗那里得到了神谕,说他们必须在他们将要居住的这个地方建立一座城市,“饮水有度,食麦无度”,于是他们启航前往意大利,抵达叙巴里斯后,寻找神命令他们居住的地方。
§12.10.6εὑρόντες δὲ οὐκ ἄπωθεν τῆς Συβάρεως κρήνην ὀνομαζομένην Θουρίαν, ἔχουσαν αὐλὸν χάλκεον, ὃν ἐκάλουν οἱ ἐγχώριοι μέδιμνον, νομίσαντες εἶναι τοῦτον τὸν τόπον τὸν δηλούμενον ὑπὸ τοῦ θεοῦ περιέβαλον τεῖχος, καὶ κτίσαντες πόλιν ὠνόμασαν ἀπὸ τῆς κρήνης Θούριον.
他们在离叙巴里斯不远的地方发现了一处名为图里亚的泉水,泉眼配有一根青铜管,当地人称之为麦底姆诺,他们认为这就是神所指示的地方,于是围起城墙,建起了一座城市,并根据这泉水命名为图里翁。
§12.10.7τὴν δὲ πόλιν διελόμενοι κατὰ μὲν μῆκος εἰς τέτταρας πλατείας, ὧν καλοῦσι τὴν μὲν μίαν Ἡράκλειαν, τὴν δὲ Ἀφροδισίαν, τὴν δὲ Ὀλυμπιάδα, τὴν δὲ Διονυσιάδα, κατὰ δὲ τὸ πλάτος διεῖλον εἰς τρεῖς πλατείας, ὧν ἡ μὲν ὠνομάσθη Ἡρῴα, ἡ δὲ Θουρία, ἡ δὲ Θουρῖνα.
他们将城市在长度方向上划分为四条大街,其中一条称为赫拉克莱亚,一条称为阿佛洛狄西亚,一条称为奥林匹亚斯,一条称为狄奥尼西亚斯;在宽度方向上,他们将其划分为三条大街,其中一条命名为赫罗亚,一条称为图里亚,一条称为图里纳。
τούτων δὲ τῶν στενωπῶν πεπληρωμένων ταῖς οἰκίαις ἡ πόλις ἐφαίνετο καλῶς κατεσκευάσθαι.
当这些大街之间的巷弄建满房屋时,整座城市显得规划得十分优美。