Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.8.1-12.8.4

叙拉古与阿克拉加斯的战争及希梅拉斯河之战

第 102 段,共 723 段 · 希腊语

内容简介

西西里叙拉古与阿克拉加斯之间战争的爆发及其经过。由于叙拉古所宽免的杜凯提乌斯撕毁协定并在“美岸”殖民,阿克拉加斯向叙拉古宣战,最终叙拉古在希梅拉斯河战役中获胜并缔结和约。

§12.8.1κατὰ δὲ τὴν Σικελίαν Συρακοσίοις πρὸς Ἀκραγαντίνους συνέστη πόλεμος διὰ τοιαύτας αἰτίας.
另一方面在西西里,由于以下原因,叙拉古人与阿克拉加斯人之间爆发了战争。
Συρακόσιοι καταπολεμήσαντες Δουκέτιον δυνάστην τῶν Σικελῶν, καὶ γενόμενον ἱκέτην ἀπολύσαντες τῶν ἐγκλημάτων, ἀπέδειξαν αὐτῷ τὴν τῶν Κορινθίων πόλιν οἰκητήριον.
叙拉古人在战争中击败了西西里人的统治者杜凯提乌斯,并在他成为求庇护者后免除了他的罪责,指定科林斯人的城市作为他的居住地。
§12.8.2οὗτος δὲ ὀλίγον χρόνον μείνας ἐν τῇ Κορίνθῳ τὰς ὁμολογίας ἔλυσε, καὶ προσποιησάμενος χρησμὸν ὑπὸ θεῶν αὐτῷ δεδόσθαι κτίσαι τὴν Καλὴν Ἀκτὴν ἐν τῇ Σικελίᾳ, κατέπλευσεν εἰς τὴν νῆσον μετά τινων οἰκητόρων· συνεπελάβοντο δὲ καὶ τῶν Σικελῶν τινες, ἐν οἷς ἦν καὶ Ἀρχωνίδης ὁ τῶν Ἑρβιταίων δυναστεύων.
但此人在科林斯停留了很短一段时间后便撕毁了协议,佯称诸神赐予他神谕,命他在西西里建立“美岸”,便率领一些定居者乘船来到了该岛;一些西西里人也协助了他,其中也包括赫尔比塔人的统治者阿孔尼德斯。
οὗτος μὲν οὖν περὶ τὸν οἰκισμὸν τῆς Καλῆς Ἀκτῆς ἐγίνετο.
于是,此人便致力于“美岸”的殖民建设。
§12.8.3Ἀκραγαντῖνοι δὲ ἅμα μὲν φθονοῦντες τοῖς Συρακοσίοις, ἅμα δʼ ἐγκαλοῦντες αὐτοῖς ὅτι Δουκέτιον ὄντα κοινὸν πολέμιον διέσωσαν ἄνευ τῆς Ἀκραγαντίνων γνώμης, πόλεμον ἐξήνεγκαν τοῖς Συρακοσίοις.
阿克拉加斯人一方面嫉妒叙拉古人,另一方面指责叙拉古人未经阿克拉加斯人同意就放过了作为共同敌人的杜凯提乌斯,因而向叙拉古人宣战。
§12.8.4σχιζομένων δὲ τῶν Σικελικῶν πόλεων, καὶ τῶν μὲν τοῖς Ἀκραγαντίνοις, τῶν δὲ τοῖς Συρακοσίοις συστρατευόντων, ἠθροίσθησαν παρʼ ἀμφοτέροις δυνάμεις ἀξιόλογοι.
随着西西里各城市分裂,一些城市与阿克拉加斯人一同参战,另一些城市则与叙拉古人一同参战,双方都集结了相当规模的军队。
φιλοτιμίας δὲ μεγάλης γενομένης ταῖς πόλεσιν, ἀντεστρατοπέδευσαν ἀλλήλοις περὶ τὸν Ἱμέραν ποταμόν, καὶ γενομένης παρατάξεως ἐνίκησαν οἱ Συρακόσιοι, καὶ τῶν Ἀκραγαντίνων ἀνεῖλον ὑπὲρ τοὺς χιλίους.
由于两座城市之间产生了巨大的竞争心,他们在希梅拉斯河附近相互对峙扎营,在会战爆发后,叙拉古人获得了胜利,斩杀了超过一千名阿克拉加斯人。
μετὰ δὲ τὴν μάχην διαπρεσβευσαμένων περὶ συνθέσεως τῶν Ἀκραγαντίνων, οἱ Συρακόσιοι συνέθεντο τὴν εἰρήνην.
战后,随着阿克拉加斯人派遣使节请求议和,叙拉古人缔结了和平条约。

词汇与语法注释

  1. 12.8.1ἀπέδειξαν αὐτῷ τὴν τῶν Κορινθίων πόλιν οἰκητήριον — 动词 ἀποδείκνυμι 采用双宾格结构,意为“指定A(宾格)为B(宾格)”。此处 τὴν τῶν Κορινθίων πόλιν 是直接宾语,οἰκητήριον 是作补语的宾格,而 αὐτῷ 则是利益与格(“为他”)。
  2. 12.8.2προσποιησάμενος χρησμὸν ὑπὸ θεῶν αὐτῷ δεδόσθαι κτίσαι — 分词 προσποιησάμενος(“佯称、装作”)支配一个宾格加不定式结构。完成时被动不定式 δεδόσθαι 的主语是 χρησμόν,而不定式 κτίσαι(“建立”)则作为解释性或同位语性不定式,用以说明神谕(χρησμόν)的具体内容。
  3. 12.8.2περὶ τὸν οἰκισμὸν ... ἐγίνετο — 动词 γίνομαι 结合介词 περί 及其宾格的表达是一种惯用语,意为“致力于”、“忙于”。在此处表示他正全力投入到殖民活动(οἰκισμός)中。
  4. 12.8.4σχιζομένων δὲ τῶν Σικελικῶν πόλεων, καὶ τῶν μὲν τοῖς Ἀκραγαντίνοις, τῶν δὲ τοῖς Συρακοσίοις συστρατευόντων — 双重属格独立(genitive absolute)结构。属格的大主语 τῶν Σ极લિકῶν πόλεων 经由接续的关联表达 τῶν μὲν ... τῶν δέ 被部分性(partitive)地细分,各部分在句法上与属格分词 συστρατευόντων 相关联。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.8.1-12.8.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.8.1-12.8.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。