§12.8.1κατὰ δὲ τὴν Σικελίαν Συρακοσίοις πρὸς Ἀκραγαντίνους συνέστη πόλεμος διὰ τοιαύτας αἰτίας.
一方シケリアでは、次のような原因によって、シラクサ人とアクラガス人の間で戦争が起こった。
Συρακόσιοι καταπολεμήσαντες Δουκέτιον δυνάστην τῶν Σικελῶν, καὶ γενόμενον ἱκέτην ἀπολύσαντες τῶν ἐγκλημάτων, ἀπέδειξαν αὐτῷ τὴν τῶν Κορινθίων πόλιν οἰκητήριον.
シラクサ人はシケロイ人の支配者ドゥケティオスを戦争で破り、彼が嘆願者となると罪から赦し、コリントス人の都市を彼の居住地として定めた。
§12.8.2οὗτος δὲ ὀλίγον χρόνον μείνας ἐν τῇ Κορίνθῳ τὰς ὁμολογίας ἔλυσε, καὶ προσποιησάμενος χρησμὸν ὑπὸ θεῶν αὐτῷ δεδόσθαι κτίσαι τὴν Καλὴν Ἀκτὴν ἐν τῇ Σικελίᾳ, κατέπλευσεν εἰς τὴν νῆσον μετά τινων οἰκητόρων·
しかし、彼はコリントスにわずかな期間滞在しただけで合意を破り、シケリアに「美しい海岸」を建国せよという神託が神々から自分に与えられたと偽って、入植者たちを伴ってその島に船で渡った。
συνεπελάβοντο δὲ καὶ τῶν Σικελῶν τινες, ἐν οἷς ἦν καὶ Ἀρχωνίδης ὁ τῶν Ἑρβιταίων δυναστεύων.
シケロイ人の一部もこれを援助したが、その中にはヘルビタ人たちを支配していたアルコニデスもいた。
οὗτος μὲν οὖν περὶ τὸν οἰκισμὸν τῆς Καλῆς Ἀκτῆς ἐγίνετο.
こうして彼は「美しい海岸」の植民に従事するようになった。
§12.8.3Ἀκραγαντῖνοι δὲ ἅμα μὲν φθονοῦντες τοῖς Συρακοσίοις, ἅμα δʼ ἐγκαλοῦντες αὐτοῖς ὅτι Δουκέτιον ὄντα κοινὸν πολέμιον διέσωσαν ἄνευ τῆς Ἀκραγαντίνων γνώμης, πόλεμον ἐξήνεγκαν τοῖς Συρακοσίοις.
一方アクラガス人は、シラクサ人に嫉盗を抱くと同時に、共同の敵であったドゥケティオスをアクラガス人の合意なしに救い出したとして彼らを非難し、シラクサ人に対して戦争を宣した。
§12.8.4σχιζομένων δὲ τῶν Σικελικῶν πόλεων, καὶ τῶν μὲν τοῖς Ἀκραγαντίνοις, τῶν δὲ τοῖς Συρακοσίοις συστρατευόντων, ἠθροίσθησαν παρʼ ἀμφοτέροις δυνάμεις ἀξιόλογοι.
シケリアの諸都市が分裂し、ある者はアクラガス人に、ある者はシラクサ人に加担して従軍したため、双方にかなりの軍勢が集まった。
φιλοτιμίας δὲ μεγάλης γενομένης ταῖς πόλεσιν, ἀντεστρατοπέδευσαν ἀλλήλοις περὶ τὸν Ἱμέραν ποταμόν, καὶ γενομένης παρατάξεως ἐνίκησαν οἱ Συρακόσιοι, καὶ τῶν Ἀκραγαντίνων ἀνεῖλον ὑπὲρ τοὺς χιλίους.
両都市の間に激しい競争心が生じたため、彼らはヒメラス川のあたりで互いに対峙して陣を敷き、会戦が行われるとシラクサ人が勝利し、アクラガス人を千人以上殺害した。
μετὰ δὲ τὴν μάχην διαπρεσβευσαμένων περὶ συνθέσεως τῶν Ἀκραγαντίνων, οἱ Συρακόσιοι συνέθεντο τὴν εἰρήνην.
戦闘の後、アクラガス人が講和を求めて使節を送ってきたので、シラクサ人は和平を結んだ。