§12.79.1μετὰ δὲ ταῦτα Ἀθηναίων ἀποστειλάντων κατὰ θάλατταν εἰς Ἄργος ὁπλίτας μὲν χιλίους ἐπιλέκτους, ἱππεῖς δὲ διακοσίους, ὧν ἐστρατήγουν Λάχης καὶ Νικόστρατος· συνῆν δὲ τούτοις καὶ Ἀλκιβιάδης ἰδιώτης ὢν διὰ τὴν φιλίαν τὴν πρὸς Ἠλείους καὶ Μαντινεῖς·
此后,雅典人通过海路向阿尔戈斯派遣了一千名精选重装步兵和二百名骑兵,由拉刻斯和尼科斯特拉托斯担任将军;阿尔西比亚德斯虽身为私人,但因与伊利斯人和曼提尼亚人的友好关系也随同前往。
συνεδρευσάντων δὲ πάντων, ἔδοξε τὰς μὲν σπονδὰς ἐᾶν χαίρειν, πρὸς δὲ τὸν πόλεμον ὁρμῆσαι.
当所有人举行会议后,决定不顾休战协定,投身于战争。
§12.79.2διὸ καὶ τοὺς ἰδίους ἕκαστος στρατηγὸς παρώρμησε πρὸς τὸν ἀγῶνα, καὶ πάντων προθύμως ὑπακουσάντων, ἐκτὸς τῆς πόλεως κατεστρατοπέδευσαν.
因此,每位将军都激励自己的部下投入战斗,由于所有人都热切服从,他们在城外安营扎寨。
ἔδοξεν οὖν αὐτοῖς πάντων πρῶτον στρατεύειν ἐπʼ Ὀρχομενὸν τῆς Ἀρκαδίας.
于是他们决定首先向阿卡迪亚的奥尔科梅诺斯进军。
διὸ καὶ παρελθόντες εἰς Ἀρκαδίαν, προσκαθεζόμενοι τῇ πόλει καθʼ ἡμέραν ἐποιοῦντο προσβολὰς τοῖς τείχεσι.
因此,他们进入阿卡迪亚后,包围了该城,每日对城墙发起进攻。
§12.79.3χειρωσάμενοι δὲ τὴν πόλιν κατεστρατοπέδευσαν πλησίον Τεγέας, κεκρικότες καὶ ταύτην πολιορκῆσαι.
在攻占该城后,他们又在特格阿附近安营扎寨,决定也包围这座城市。
τῶν δὲ Τεγεατῶν ἀξιούντων τοὺς Λακεδαιμονίους βοηθῆσαι κατὰ τάχος, οἱ Σπαρτιᾶται παραλαβόντες τοὺς ἰδίους πάντας καὶ τοὺς συμμάχους ἧκον ἐπὶ τὴν Μαντίνειαν, νομίζοντες ταύτης πολεμουμένης ἀρθήσεσθαι τὴν τῆς Τεγέας πολιορκίαν.
由于特格阿人请求拉刻代蒙人迅速增援,斯巴达人便带领自己的所有军队及同盟军来到曼提尼亚,认为如果该城遭到攻击,对特格阿的包围就会解除。
§12.79.4οἱ δὲ Μαντινεῖς τοὺς συμμάχους παραλαβόντες, καὶ αὐτοὶ πανδημεὶ στρατεύσαντες, ἀντετάχθησαν τοῖς Λακεδαιμονίοις.
曼提尼亚人带领同盟军,并亲自全军出动,与拉刻代蒙人对峙。
γενομένης δὲ μάχης ἰσχυρᾶς, οἱ μὲν ἐπίλεκτοι τῶν Ἀργείων, χίλιοι τὸν ἀριθμὸν ὄντες, γεγυμνασμένοι δὲ καλῶς τὰ κατὰ τὸν πόλεμον, ἐτρέψαντο τοὺς ἀντιτεταγμένους πρῶτοι, καὶ διώκοντες πολὺν ἐποίουν φόνον.
在发生激烈交战时,阿尔戈斯的精锐部队(人数为一千人,且在军事上训练有素)首先击溃了与他们对峙的敌人,并在追击中造成了惨重的伤亡。
§12.79.5οἱ δὲ Λακεδαιμόνιοι τἄλλα μέρη τοῦ στρατεύματος τρεψάμενοι καὶ πολλοὺς ἀνελόντες ὑπέστρεψαν ἐπʼ αὐτοὺς ἐκείνους, καὶ τῷ πλήθει κυκλώσαντες ἤλπιζον κατακόψειν ἅπαντας.
然而,拉刻代蒙人在击溃敌军其他部分并斩杀多人后,转身回击这些人,并凭借人数优势将他们包围,希望将他们全部歼灭。
§12.79.6τῶν δὲ λογάδων τῷ μὲν πλήθει πολὺ λειπομένων, ταῖς δʼ ἀνδραγαθίαις προεχόντων, ὁ μὲν βασιλεὺς τῶν Λακεδαιμονίων προαγωνιζόμενος ἐνεκαρτέρησε τοῖς δεινοῖς, καὶ πάντας ἂν ἀνεῖλεν· ἔσπευδε γὰρ τοῖς πολίταις ἀποδοῦναι τὰς ἐπαγγελίας, καὶ μέγα τι κατεργασάμενος διορθώσασθαι τὴν γεγενημένην ἀδοξίαν·
虽然这些精兵在人数上远处于劣势,但在英勇上却更胜一筹,拉刻代蒙人的国王在最前线战斗,顶住了危险,本可以将他们全部斩杀;因为他急于对公民兑现他的承诺,并通过建立某种伟大的功绩来挽回此前所蒙受的耻辱。
οὐ μὴν εἰάθη γε τὴν προαίρεσιν ἐπιτελέσαι.
然而,他并没有被允许实现自己的意图。
Φάραξ γὰρ ὁ Σπαρτιάτης, εἷς ὢν τῶν συμβούλων, ἀξίωμα δὲ μέγιστον ἔχων ἐν τῇ Σπάρτῃ, διεκελεύετο τοῖς λογάσι δοῦναι δίοδον, καὶ μὴ πρὸς ἀπεγνωκότας τὸ ζῆν διακινδυνεύοντας πεῖραν λαβεῖν ἀτυχούσης ἀρετῆς.
因为斯巴达人法拉克斯,作为顾问之一且在斯巴达享有极高的声望,极力劝告国王给这些精兵让出一条通道,而不要在那些已经对生命感到绝望、正拼死一搏的人面前,去冒险尝试那种身处绝境的勇猛。
§12.79.7ὅθεν ἠναγκάσθη κατὰ τὴν ἀρτίως ῥηθεῖσαν ἐπιταγὴν δοῦναι διέξοδον κατὰ τὴν τοῦ Φάρακος γνώμην.
因此,国王被迫按照刚才提到的命令,根据法拉克斯的意见给他们让出了退路。
οἱ μὲν οὖν χίλιοι τὸν εἰρημένον τρόπον ἀφεθέντες διελθεῖν διεσώθησαν, οἱ δὲ Λακεδαιμόνιοι μεγάλῃ μάχῃ νικήσαντες καὶ τρόπαιον στήσαντες ἀπῆλθον εἰς τὴν οἰκείαν.
于是,那一千人通过上述方式被允许通过而得以幸存,而拉刻代蒙人在赢得大捷并树立战胜纪念碑后,退回了本国。