§12.79.1μετὰ δὲ ταῦτα Ἀθηναίων ἀποστειλάντων κατὰ θάλατταν εἰς Ἄργος ὁπλίτας μὲν χιλίους ἐπιλέκτους, ἱππεῖς δὲ διακοσίους, ὧν ἐστρατήγουν Λάχης καὶ Νικόστρατος·
この後、アテネ人が海路でアルゴスへ精鋭の重装歩兵千人と騎兵二百人を派遣し、それらの軍勢をラケスとニコストラトスが率いた。
συνῆν δὲ τούτοις καὶ Ἀλκιβιάδης ἰδιώτης ὢν διὰ τὴν φιλίαν τὴν πρὸς Ἠλείους καὶ Μαντινεῖς·
また、エリス人やマンティネア人との友好関係のゆえに、公職に就いていない私人であったアルキビアデスも彼らに同行した。
συνεδρευσάντων δὲ πάντων, ἔδοξε τὰς μὲν σπονδὰς ἐᾶν χαίρειν, πρὸς δὲ τὸν πόλεμον ὁρμῆσαι.
全員が会議を開いた結果、休戦協定のことは顧みず、戦争に突入することが決定された。
§12.79.2διὸ καὶ τοὺς ἰδίους ἕκαστος στρατηγὸς παρώρμησε πρὸς τὸν ἀγῶνα, καὶ πάντων προθύμως ὑπακουσάντων, ἐκτὸς τῆς πόλεως κατεστρατοπέδευσαν.
それゆえ、それぞれの将軍は自分の部下たちを戦いへと奮起させ、全員が熱心に従ったので、彼らは都市の外に陣を敷いた。
ἔδοξεν οὖν αὐτοῖς πάντων πρῶτον στρατεύειν ἐπʼ Ὀρχομενὸν τῆς Ἀρκαδίας.
そこで、彼らは何よりもまずアルカディアのオルコメノスに対して遠征することを決定した。
διὸ καὶ παρελθόντες εἰς Ἀρκαδίαν, προσκαθεζόμενοι τῇ πόλει καθʼ ἡμέραν ἐποιοῦντο προσβολὰς τοῖς τείχεσι.
そのためアルカディアに進むと、その都市の近くに包囲陣を敷き、連日城壁に攻撃を加えた。
§12.79.3χειρωσάμενοι δὲ τὴν πόλιν κατεστρατοπέδευσαν πλησίον Τεγέας, κεκρικότες καὶ ταύτην πολιορκῆσαι.
彼らは都市を征服すると、テゲアの近くに陣を敷いた。 この都市をも包囲することを決定していたからである。
τῶν δὲ Τεγεατῶν ἀξιούντων τοὺς Λακεδαιμονίους βοηθῆσαι κατὰ τάχος, οἱ Σπαρτιᾶται παραλαβόντες τοὺς ἰδίους πάντας καὶ τοὺς συμμάχους ἧκον ἐπὶ τὴν Μαντίνειαν, νομίζοντες ταύτης πολεμουμένης ἀρθήσεσθαι τὴν τῆς Τεγέας πολιορκίαν.
テゲア人がラケダイモン人に速やかな救援を要請したため、スパルタ人は自国の全兵力と同盟軍を率いてマンティネアにやって来た。 ここが攻撃されれば、テゲアの包囲が解かれるであろうと考えたからである。
§12.79.4οἱ δὲ Μαντινεῖς τοὺς συμμάχους παραλαβόντες, καὶ αὐτοὶ πανδημεὶ στρατεύσαντες, ἀντετάχθησαν τοῖς Λακεδαιμονίοις.
マンティネア人は同盟軍を率い、自らも全軍を率いて出陣し、ラケダイモン人に対峙した。
γενομένης δὲ μάχης ἰσχυρᾶς, οἱ μὲν ἐπίλεκτοι τῶν Ἀργείων, χίλιοι τὸν ἀριθμὸν ὄντες, γεγυμνασμένοι δὲ καλῶς τὰ κατὰ τὸν πόλεμον, ἐτρέψαντο τοὺς ἀντιτεταγμένους πρῶτοι, καὶ διώκοντες πολὺν ἐποίουν φόνον.
激しい戦闘が起こると、アルゴスの精鋭たち、その数は千人であり、戦争の事柄によく訓練されていた者たちが、最初に対峙する敵を敗走させ、追撃して多くの者を殺戮した。
§12.79.5οἱ δὲ Λακεδαιμόνιοι τἄλλα μέρη τοῦ στρατεύματος τρεψάμενοι καὶ πολλοὺς ἀνελόντες ὑπέστρεψαν ἐπʼ αὐτοὺς ἐκείνους, καὶ τῷ πλήθει κυκλώσαντες ἤλπιζον κατακόψειν ἅπαντας.
しかし、ラケダイモン人は敵の軍勢の他の部分を敗走させ、多くの者を殺害した後に、まさに彼らの方へと引き返し、数で彼らを取り囲んで、全員を斬り伏せようとした。
§12.79.6τῶν δὲ λογάδων τῷ μὲν πλήθει πολὺ λειπομένων, ταῖς δʼ ἀνδραγαθίαις προεχόντων, ὁ μὲν βασιλεὺς τῶν Λακεδαιμονίων προαγωνιζόμενος ἐνεκαρτέρησε τοῖς δεινοῖς, καὶ πάντας ἂν ἀνεῖλεν·
この精鋭たちは数においてはるかに劣っていたものの、勇敢さにおいては勝っていた。 ラケダイモン人の王は最前線で戦って危機に耐え抜き、彼らを全員殺してしまったであろう。
ἔσπευδε γὰρ τοῖς πολίταις ἀποδοῦναι τὰς ἐπαγγελίας, καὶ μέγα τι κατεργασάμενος διορθώσασθαι τὴν γεγενημένην ἀδοξίαν·
というのも彼は、市民たちへの約束を果たし、何か偉大な功績を成し遂げて、被ってしまった悪評をそそごうと切望していたからである。
οὐ μὴν εἰάθη γε τὴν προαίρεσιν ἐπιτελέσαι.
しかし、彼はその意図を遂行することを許されなかった。
Φάραξ γὰρ ὁ Σπαρτιάτης, εἷς ὢν τῶν συμβούλων, ἀξίωμα δὲ μέγιστον ἔχων ἐν τῇ Σπάρτῃ, διεκελεύετο τοῖς λογάσι δοῦναι δίοδον, καὶ μὴ πρὸς ἀπεγνωκότας τὸ ζῆν διακινδυνεύοντας πεῖραν λαβεῖν ἀτυχούσης ἀρετῆς.
スパルタ人のファラクスは、相談役の一人であり、スパルタで極めて高い声望を持っていたが、その精鋭たちに通路を与えて退却させ、命を諦めて戦っている者たちを相手に、絶望的な勇気を試すような危険を冒すべきではないと強く勧めたからである。
§12.79.7ὅθεν ἠναγκάσθη κατὰ τὴν ἀρτίως ῥηθεῖσαν ἐπιταγὴν δοῦναι διέξοδον κατὰ τὴν τοῦ Φάρακος γνώμην.
それゆえ王は、先ほど述べられた命令に従い、ファラクスの意見通りに通路を与えることを余儀なくされた。
οἱ μὲν οὖν χίλιοι τὸν εἰρημένον τρόπον ἀφεθέντες διελθεῖν διεσώθησαν, οἱ δὲ Λακεδαιμόνιοι μεγάλῃ μάχῃ νικήσαντες καὶ τρόπαιον στήσαντες ἀπῆλθον εἰς τὴν οἰκείαν.
こうして、その千人は、上述の方法で通り抜けることを許されて一命を取り留め、ラケダイモン人は大戦に勝利して戦勝記念碑を建てた後、自国へ帰還した。