§12.78.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον Μουγιλανὸν καὶ Γάιον Σερουίλιον Στροῦκτον.
在雅典由阿基亚斯担任执政官时,罗马人指派卢基乌斯·帕皮里乌斯·穆吉拉努斯和盖乌斯·塞维里乌斯·斯特鲁克图斯为执政官。
ἐπὶ δὲ τούτων Ἀργεῖοι μὲν ἐγκαλέσαντες τοῖς Λακεδαιμονίοις ὅτι τὰ θύματα οὐκ ἀπέδοσαν τῷ Ἀπόλλωνι τῷ Πυθαεῖ, πόλεμον αὐτοῖς κατήγγειλαν· καθʼ ὃν δὴ χρόνον Ἀλκιβιάδης ὁ στρατηγὸς τῶν Ἀθηναίων ἐνέβαλεν εἰς τὴν Ἀργείαν ἔχων δύναμιν.
在这些官员任内,阿尔戈斯人指控拉刻代蒙人未向皮塔埃乌斯之阿波罗奉献应有的祭品,向他们宣战;正是在这个时候,雅典人的将军阿尔西比亚德斯率军进入了阿尔戈斯领土。
§12.78.2τούτους δὲ οἱ Ἀργεῖοι παραλαβόντες ἐστράτευσαν ἐπὶ Τροιζῆνα, πόλιν σύμμαχον Λακεδαιμονίων, καὶ τὴν μὲν χώραν λεηλατήσαντες, τὰς δὲ ἐπαύλεις ἐμπρήσαντες, ἀπηλλάγησαν εἰς τὴν οἰκείαν.
阿尔戈斯人联合了这些军队,向拉刻代蒙人的同盟城市特罗伊岑发动进攻,在掠夺了该地领土并烧毁了农舍之后,他们退回了本国。
οἱ δὲ Λακεδαιμόνιοι παροξυνθέντες ἐπὶ τοῖς εἰς τοὺς Τροιζηνίους παρανομήμασιν ἔγνωσαν διαπολεμεῖν πρὸς Ἀργείους· διὸ καὶ δύναμιν ἀθροίσαντες ἐπέστησαν ἡγεμόνα Ἆγιν τὸν βασιλέα.
拉刻代蒙人对针对特罗伊岑人的不法行为感到愤怒,决定与阿尔戈斯人彻底开战;因此,他们集结了军队,任命国王阿基斯为司令官。
§12.78.3οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐστράτευσεν ἐπὶ τοὺς Ἀργείους, καὶ τὴν μὲν χώραν ἐδῄωσε, πλησίον δὲ τῆς πόλεως ἀγαγὼν τὴν δύναμιν προεκαλεῖτο τοὺς πολεμίους εἰς μάχην.
领袖率军向阿尔戈斯人进攻,蹂躏了他们的领地,并将军队带到城市附近,向敌人挑战。
§12.78.4οἱ δʼ Ἀργεῖοι προσλαβόμενοι στρατιώτας παρὰ μὲν Ἠλείων τρισχιλίους, παρὰ δὲ Μαντινέων οὐ πολὺ λειπομένους τούτων, προῆγον ἐκ τῆς πόλεως τὸ στρατόπεδον.
阿尔戈斯人从伊利斯人那里增募了三千名士兵,从曼提尼亚人那里也招募了人数相差无几的兵力,将军队带出城市。
μελλούσης δὲ παρατάξεως γίνεσθαι, οἱ στρατηγοὶ παρʼ ἀμφοτέροις διαπρεσβευσάμενοι τετραμηνιαίους ἀνοχὰς συνέθεντο.
当决战即将来临时,双方的将军互相派遣使者进行交涉,缔结了为期四个月的休战协定。
§12.78.5ἐπανελθόντων δὲ τῶν στρατοπέδων ἀπράκτων εἰς τὴν οἰκείαν, διʼ ὀργῆς εἶχον αἱ πόλεις ἀμφότεραι τοὺς συνθεμένους τὰς σπονδὰς στρατηγούς.
当两军无功而返回到各自家园时,两个城市都对缔结条约的将军们怀有极大的愤怒。
διόπερ οἱ μὲν Ἀργεῖοι τοῖς λίθοις βάλλοντες τοὺς ἡγεμόνας ἀποκτείνειν ἐπεχείρησαν, καὶ μόγις μεταξὺ πολλῆς δεήσεως τὸ ζῆν συνεχώρησαν, τὴν δʼ οὐσίαν αὐτῶν δημεύσαντες κατέσκαψαν τὰς οἰκίας.
因此,阿尔戈斯人企图用石头砸死他们的将领,在众人的极力哀求下,才勉强同意饶他们不死,但没收了他们的财产并拆毁了他们的房屋。
§12.78.6οἱ δὲ Λακεδαιμόνιοι τὸν Ἆγιν ἐπεβάλοντο μὲν κολάζειν, ἐπαγγειλαμένου δʼ αὐτοῦ διὰ τῶν καλῶν ἔργων διορθώσασθαι τὴν ἁμαρτίαν, μόγις συνεχώρησαν, εἰς δὲ τὸν λοιπὸν χρόνον ἑλόμενοι δέκα ἄνδρας τοὺς συνετωτάτους, παρακατέστησαν συμβούλους καὶ προσέταξαν μηδὲν ἄνευ τῆς τούτων γνώμης πράττειν.
拉刻代蒙人企图惩罚阿基斯,但由于他保证通过未来的立功表现来弥补过错,他们才勉强宽恕了他;然而,对于未来,他们选出了十名最聪明的男子,指派他们为顾问并伴其左右,命令他未经这些人的同意不得采取任何行动。