Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.78.1-12.78.6

アギスのアルゴス侵攻と両国の休戦への反発

172 / 723 箇所 · ギリシア語

要旨

アルゴス人とアテネのアルキビアデスがトロイゼンに侵攻し、これに対してスパルタのアギス王が軍を進めるが、双方は休戦協定を結ぶ。しかし、成果なく帰還した将軍たちはそれぞれの国で激しい非難と処罰を受けることになる。

§12.78.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον Μουγιλανὸν καὶ Γάιον Σερουίλιον Στροῦκτον.
アテネにおいてアルキアスがアルコンであった時、ローマ人はルキウス・パピリウス・ムギラヌスとガイウス・セルウィリウス・ストルクトゥスを執政官に任命した。
ἐπὶ δὲ τούτων Ἀργεῖοι μὲν ἐγκαλέσαντες τοῖς Λακεδαιμονίοις ὅτι τὰ θύματα οὐκ ἀπέδοσαν τῷ Ἀπόλλωνι τῷ Πυθαεῖ, πόλεμον αὐτοῖς κατήγγειλαν·
彼らの任期中、アルゴス人はラケダイモン人に対し、ピュタエウスのアポロンに捧げるべき生贄を納めなかったという理由で非難し、彼らに戦争を布告した。
καθʼ ὃν δὴ χρόνον Ἀλκιβιάδης ὁ στρατηγὸς τῶν Ἀθηναίων ἐνέβαλεν εἰς τὴν Ἀργείαν ἔχων δύναμιν.
まさにこの時に、アテネの将軍アルキビアデスが軍勢を率いてアルゴス領に入った。
§12.78.2τούτους δὲ οἱ Ἀργεῖοι παραλαβόντες ἐστράτευσαν ἐπὶ Τροιζῆνα, πόλιν σύμμαχον Λακεδαιμονίων, καὶ τὴν μὲν χώραν λεηλατήσαντες, τὰς δὲ ἐπαύλεις ἐμπρήσαντες, ἀπηλλάγησαν εἰς τὴν οἰκείαν.
アルゴス人はこれらの軍勢を合流させて、ラケダイモン人の同盟都市であるトロイゼンへと遠征し、その土地を略奪し、農家を放火した後に、自国へと撤退した。
οἱ δὲ Λακεδαιμόνιοι παροξυνθέντες ἐπὶ τοῖς εἰς τοὺς Τροιζηνίους παρανομήμασιν ἔγνωσαν διαπολεμεῖν πρὸς Ἀργείους·
ラケダイモン人はトロイゼン人に対する不法行為に憤慨し、アルゴス人に対して徹底的に戦い抜くことを決意した。
διὸ καὶ δύναμιν ἀθροίσαντες ἐπέστησαν ἡγεμόνα Ἆγιν τὸν βασιλέα.
そのため彼らは軍勢を集め、王アギスを司令官に任命した。
§12.78.3οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐστράτευσεν ἐπὶ τοὺς Ἀργείους, καὶ τὴν μὲν χώραν ἐδῄωσε, πλησίον δὲ τῆς πόλεως ἀγαγὼν τὴν δύναμιν προεκαλεῖτο τοὺς πολεμίους εἰς μάχην.
彼はその軍勢を率いてアルゴス人に対して遠征し、その土地を荒らし、都市の近くまで軍を進めて敵に戦いを挑んだ。
§12.78.4οἱ δʼ Ἀργεῖοι προσλαβόμενοι στρατιώτας παρὰ μὲν Ἠλείων τρισχιλίους, παρὰ δὲ Μαντινέων οὐ πολὺ λειπομένους τούτων, προῆγον ἐκ τῆς πόλεως τὸ στρατόπεδον.
アルゴス人はエリス人から三千人、マンティネア人からそれに劣らない数の兵を増援として迎え、都市から軍勢を進めた。
μελλούσης δὲ παρατάξεως γίνεσθαι, οἱ στρατηγοὶ παρʼ ἀμφοτέροις διαπρεσβευσάμενοι τετραμηνιαίους ἀνοχὰς συνέθεντο.
会戦が行われようとしていた時、双方の将軍たちは使者を送り合って交渉し、四ヶ月間の休戦協定を結んだ。
§12.78.5ἐπανελθόντων δὲ τῶν στρατοπέδων ἀπράκτων εἰς τὴν οἰκείαν, διʼ ὀργῆς εἶχον αἱ πόλεις ἀμφότεραι τοὺς συνθεμένους τὰς σπονδὰς στρατηγούς.
軍勢が何ら成果を上げずに自国へ帰還すると、両都市は休戦協定を結んだ将軍たちに対して怒りを抱いた。
διόπερ οἱ μὲν Ἀργεῖοι τοῖς λίθοις βάλλοντες τοὺς ἡγεμόνας ἀποκτείνειν ἐπεχείρησαν, καὶ μόγις μεταξὺ πολλῆς δεήσεως τὸ ζῆν συνεχώρησαν, τὴν δʼ οὐσίαν αὐτῶν δημεύσαντες κατέσκαψαν τὰς οἰκίας.
そのため、アルゴス人は指導者たちに石を投げつけて殺そうと試み、多大なる嘆願の末に辛うじて命だけは助けることに同意したものの、彼らの財産を没収して家を取り壊した。
§12.78.6οἱ δὲ Λακεδαιμόνιοι τὸν Ἆγιν ἐπεβάλοντο μὲν κολάζειν, ἐπαγγειλαμένου δʼ αὐτοῦ διὰ τῶν καλῶν ἔργων διορθώσασθαι τὴν ἁμαρτίαν, μόγις συνεχώρησαν, εἰς δὲ τὸν λοιπὸν χρόνον ἑλόμενοι δέκα ἄνδρας τοὺς συνετωτάτους, παρακατέστησαν συμβούλους καὶ προσέταξαν μηδὲν ἄνευ τῆς τούτων γνώμης πράττειν.
ラケダイモン人はアギスを処罰しようとしたが、彼が今後の優れた軍功によってその過ちを償うと約束したため、辛うじてこれを許した。 そして将来のために、最も賢明な十人の男たちを選んで相談役として補佐に就け、彼らの意見なしにはいかなる決定も下してはならないと命じた。

語釈・文法注

  1. §12.78.1τὰ θύματα οὐκ ἀπέδοσαν — 「生贄を納めなかった」の意。ἀποδίδωμι はここでは義務としての供物や祭儀費用などを「果たす、納める」という意味で用いられている。
  2. §12.78.1ἔχων δύναμιν — アルキビアデスが主語の分詞句。「軍勢を率いて」。アルキビアデスはアルゴスの同盟者として同地に入ったため、ἐνέβαλεν は「敵対的な侵入」ではなく、軍の「立ち入り、進出」と解釈される。
  3. §12.78.5μεταξὺ πολλῆς δεήσεως — 「多くの懇願の間に(の末に)」。前置詞 μεταξύ が属格を伴い、「〜のさなかに」「〜の間に」という意味で用いられ、多くの懇願や調停のプロセスを経てようやく妥協に至った状況を表している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.78.1-12.78.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.78.1-12.78.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。