Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.76.1-12.76.4

斯巴达的巩固措施与雅典对斯基奥内的惩罚

第 170 段,共 723 段 · 希腊语

内容简介

拉刻代蒙人通过释放黑劳士和恢复公民权来巩固地位,而雅典人则通过残酷惩罚斯基奥内人来杀鸡儆猴。在意大利,坎帕尼亚人攻占了库迈并安置了自己的居民。

§12.76.1Λακεδαιμόνιοι δὲ ὁρῶντες ἐπʼ αὐτοὺς συνισταμένην τὴν Πελοπόννησον καὶ προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, τὰ κατὰ τὴν ἡγεμονίαν ὡς ἦν δυνατὸν ἠσφαλίζοντο.
拉刻代蒙人见伯罗奔尼撒半岛正联合起来对付他们,并预见到这场战争的规模,便尽一切可能巩固自己的领导权。
καὶ πρῶτον μὲν τοὺς μετὰ Βρασίδα κατὰ τὴν Θρᾴκην ἐστρατευμένους Εἵλωτας ὄντας χιλίους ἠλευθέρωσαν, μετὰ δὲ ταῦτα τοὺς ἐν τῇ Σφακτηρίᾳ νήσῳ ληφθέντας αἰχμαλώτους Σπαρτιάτας ἀτιμίᾳ περιβεβληκότες, ὡς τὴν Σπάρτην ἀδοξοτέραν πεποιηκότας, ἀπέλυσαν τῆς ἀτιμίας.
首先,他们释放了一千名曾随布拉西达斯在色雷斯服役的黑劳士;随后,对于那些在斯法克特里亚岛被俘、因给斯巴达带来耻辱而被剥夺公民权的斯巴达人,拉刻代蒙人免除了他们的这项惩罚。
§12.76.2ἀκολούθως δὲ τούτοις τοῖς κατὰ τὸν πόλεμον ἐπαίνοις καὶ τιμαῖς προετρέποντο τὰς προγεγενημένας ἀνδραγαθίας ἐν τοῖς μέλλουσιν ἀγῶσιν ὑπερβάλλεσθαι· τοῖς τε συμμάχοις ἐπιεικέστερον προσεφέροντο, καὶ ταῖς φιλανθρωπίαις τοὺς ἀλλοτριωτάτους αὐτῶν ἐθεράπευον.
与这些措施相一致,他们通过战争中的赞誉和荣誉,鼓励他们在未来的战斗中超越以往的英勇表现;同时,他们对待盟友更加宽容,并用友好的态度安抚了其中最疏远的盟友。
§12.76.3Ἀθηναῖοι δὲ τοὐναντίον τῷ φόβῳ βουλόμενοι καταπλήξασθαι τοὺς ἐν ὑποψίᾳ ἀποστάσεως ὄντας, παράδειγμα πᾶσιν ἀνέδειξαν τὴν ἐκ τῶν Σκιωναίων τιμωρίαν·
相反,雅典人希望用恐惧来威吓那些有叛乱嫌疑的人,便将对斯基奥内人的惩罚作为众人的警戒。
ἐκπολιορκήσαντες γὰρ αὐτοὺς καὶ πάντας ἡβηδὸν κατασφάξαντες, παῖδας μὲν καὶ γυναῖκας ἐξηνδραποδίσαντο,τὴν δὲ νῆσον οἰκεῖν παρέδοσαν τοῖς Πλαταιεῦσιν, ἐκπεπτωκόσι διʼ ἐκείνους ἐκ τῆς πατρίδος.
他们通过包围攻陷了该城,屠杀了所有成年男子,将妇女和儿童贬为奴隶,并将该岛交给因那些人的缘故而失去祖国的普拉塔亚人居住。
§12.76.4περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Ἰταλίαν Καμπανοὶ μεγάλῃ δυνάμει στρατεύσαντες ἐπὶ Κύμην ἐνίκησαν μάχῃ τοὺς Κυμαίους καὶ τοὺς πλείους τῶν ἀντιταχθέντων κατέκοψαν.
大约在同一时期,在意大利,坎帕尼亚人率领大军进攻库迈,在战斗中击败了库迈人,并斩杀了大部分抵抗者。
προσκαθεζόμενοι δὲ τῇ πολιορκίᾳ καὶ πλείους προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλον τὴν πόλιν.
他们持续包围并进行了多次进攻,最终强行攻占了该城。
διαρπάσαντες δʼ αὐτὴν καὶ τοὺς καταληφθέντας ἐξανδραποδισάμενοι τοὺς ἱκανοὺς οἰκήτορας ἐξ αὑτῶν ἀπέδειξαν.
在劫掠了城市并将被俘者贬为奴隶之后,他们从自己人中指派了足够数量的居民在那里定居。

词汇与语法注释

  1. 12.76.1Εἵλωτας ὄντας — 分词 ὄντας(εἰμί 的现在分词宾格复数)修饰前文的名词短语 τοὺς ... ἐστρατευμένους(曾服役者),补充说明他们的身份“曾是黑劳士”。它在此处起到让步(“尽管他们曾是黑劳士”)或解释背景的作用。
  2. 12.76.3διʼ ἐκείνους — 介词 διά 接宾格 ἐκείνους(指示代名词 ἐκεῖνος 的复数宾格),指代在直接上下文中未被提及的“拉刻代蒙人(斯巴达人)”。这里使用远指代名词,用以指代曾经毁灭普拉塔亚并迫使其居民流亡的元凶。
  3. 12.76.4τοὺς ἱκανοὺς οἰκήτορας — 形容词 ἱκανούς 意为“足够的”或“合适的”,修饰名词 οἰκήτορας(定居者)。作为主动词 ἀπέδειξαν. 的宾语,该短语表示他们指派了“足够数量的定居者”以建立一个可自给自足的殖民定居点。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.76.1-12.76.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.76.1-12.76.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。