Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.69.1-12.69.4

德里翁要塞化与波奥蒂亚军的对峙

第 163 段,共 723 段 · 希腊语

内容简介

记述了德里翁战役的背景。在一些波奥蒂亚人与雅典将军的内应计划失败后,希波克拉底加固了德里翁,随后由巴贡达斯率领的波奥蒂亚大军前来与之对峙。

§12.69.1ἅμα δὲ τούτοις πραττομένοις περὶ τὸ Δήλιον ἐγένετο παράταξις κατὰ τὴν Βοιωτίαν Ἀθηναίων πρὸς Βοιωτοὺς διὰ τοιαύτας τινὰς αἰτίας.
在此事进行的同时,由于如下一些原因,在波奥蒂亚的德里翁附近,雅典人与波奥蒂亚人之间发生了一场会战。
τῶν Βοιωτῶν τινες δυσαρεστούμενοι τῇ τότε πολιτείᾳ καὶ σπεύδοντες δημοκρατίας ἐν ταῖς πόλεσι καταστῆσαι, διελέχθησαν περὶ τῆς ἰδίας προαιρέσεως τοῖς Ἀθηναίων στρατηγοῖς Ἱπποκράτει καὶ Δημοσθένει, καὶ κατεπηγγέλλοντο παραδώσειν τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις.
一些对当时的政体感到不满并急于在各城邦建立民主制的波奥蒂亚人,与雅典的将军希波克拉底和德摩斯梯尼商讨了他们自己的计划,并承诺将交付波奥蒂亚的诸城市。
§12.69.2ἀσμένως δὲ τῶν Ἀθηναίων προσδεξαμένων, περί τε τῶν κατὰ τὴν ἐπίθεσιν διοικήσεων διελομένων τῶν στρατηγῶν τὴν δύναμιν, Δημοσθένης μὲν τὸ πλεῖστον τοῦ στρατεύματος ἀναλαβὼν ἐνέβαλεν εἰς τὴν Βοιωτίαν, καὶ καταλαβὼν τοὺς Βοιωτοὺς προνενοημένους τὴν προδοσίαν, ἄπρακτος ἀπῆλθεν, Ἱπποκράτης δὲ πανδημεὶ τοὺς Ἀθηναίους ἀγαγὼν ἐπὶ τὸ Δήλιον κατελάβετο τὸ χωρίον, καὶ φθάσας τὴν ἔφοδον τῶν Βοιωτῶν ἐτείχισε τὸ Δήλιον.
雅典人欣然接受了这一提议,将军们针对进攻的部署划分了兵力,德摩斯梯尼率领大部分军队侵入波奥蒂亚,但发现波奥蒂亚人已预先察觉了这一背叛,便无功而返;而希波克拉底则率领全体雅典人来到德里翁,占领了该地,并在波奥蒂亚人袭来之前加固了德里翁。
τοῦτο δὲ τὸ χωρίον κεῖται μὲν πλησίον τῆς Ὠρωπίας καὶ τῶν ὅρων τῆς Βοιωτίας,
该地位于奥罗皮亚及波奥蒂亚边境附近。
§12.69.3Παγώνδας δʼ ὁ τῶν Βοιωτῶν ἔχων τὴν στρατηγίαν ἐξ ἁπασῶν τῶν κατὰ τὴν Βοιωτίαν πόλεων μεταπεμψάμενος στρατιώτας ἧκε πρὸς τὸ Δήλιον μετὰ πολλῆς δυνάμεως· εἶχε γὰρ στρατιώτας πεζοὺς μὲν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ χιλίους.
担任波奥蒂亚人将军的巴贡达斯从波奥蒂亚的所有城市召集了士兵,率领大军来到德里翁;因为他拥有不下于两万的步兵,以及约一千名骑兵。
§12.69.4οἱ δʼ Ἀθηναῖοι τῷ πλήθει μὲν ὑπερεῖχον τῶν Βοιωτῶν, ὡπλισμένοι δὲ οὐχ ὁμοίως τοῖς πολεμίοις· ἄφνω γὰρ καὶ συντόμως ἐξεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ διὰ τὴν σπουδὴν ὑπῆρχον ἀπαράσκευοι.
雅典人在人数上虽然超过了波奥蒂亚人,但装备却不及敌人;因为他们是从城中突然且仓促地出兵,由于仓促,他们毫无准备。

词汇与语法注释

  1. §12.69.1ἅμα δὲ τούτοις πραττομένοις — 介词/副词 ἅμα 接与格(τούτοις πραττομένοις),表示“在这些事进行的同时”。这是受 ἅμα 支配的与格结构,而非属格独立结构。
  2. §12.69.2καταλαβὼν τοὺς Βοιωτοὺς προνενοημένους — 动词 καταλαμβάνω(发现、得知)的补充分词结构。分词 προνενοημένους(“预先察觉”)与直接宾语 τοὺς Βοιωτοὺς 一致,意为“发现波奥蒂亚人已预先察觉”。
  3. §12.69.2φθάσας τὴν ἔφοδον — 动词 φθάνω 通常接补充分词表示“比他人先做某事”,此处它及物性地接宾格直接宾语(τὴν ἔφοδον),意为“抢在……之前”或“预先防范”袭击。
  4. §12.69.3οὐ πολὺ λείποντας τῶν δισμυρίων — 分词 λείποντας(“缺少”、“不及”)接比较属格 τῶν δισμυρίων(两万),意为“相差两万不远”,即“将近两万”。
  5. §12.69.4οὐχ ὁμοίως τοῖς πολεμίοις — 副词 ὁμοίως 与其他表示相似或相同的形容词和副词一样,接与格(τοῖς πολεμίοις)以表示比较的对象,意为“不像敌人那样”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.69.1-12.69.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.69.1-12.69.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。