§12.69.1ἅμα δὲ τούτοις πραττομένοις περὶ τὸ Δήλιον ἐγένετο παράταξις κατὰ τὴν Βοιωτίαν Ἀθηναίων πρὸς Βοιωτοὺς διὰ τοιαύτας τινὰς αἰτίας.
これらのことが行われていたのと同時に、次のような理由から、ボイオティアにおいて、デリオンの周辺でアテナイ人とボイオティア人の間で会戦が起こった。
τῶν Βοιωτῶν τινες δυσαρεστούμενοι τῇ τότε πολιτείᾳ καὶ σπεύδοντες δημοκρατίας ἐν ταῖς πόλεσι καταστῆσαι, διελέχθησαν περὶ τῆς ἰδίας προαιρέσεως τοῖς Ἀθηναίων στρατηγοῖς Ἱπποκράτει καὶ Δημοσθένει, καὶ κατεπηγγέλλοντο παραδώσειν τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις.
ボイオティア人のうち、当時の政体に不満を抱き、諸都市に民主制を樹立することを熱望する者たちが、自分たちの意図についてアテナイの将軍であるヒッポクラテスおよびデモステネスと話し合い、ボイオティアの諸都市を引き渡すことを約束した。
§12.69.2ἀσμένως δὲ τῶν Ἀθηναίων προσδεξαμένων, περί τε τῶν κατὰ τὴν ἐπίθεσιν διοικήσεων διελομένων τῶν στρατηγῶν τὴν δύναμιν, Δημοσθένης μὲν τὸ πλεῖστον τοῦ στρατεύματος ἀναλαβὼν ἐνέβαλεν εἰς τὴν Βοιωτίαν, καὶ καταλαβὼν τοὺς Βοιωτοὺς προνενοημένους τὴν προδοσίαν, ἄπρακτος ἀπῆλθεν, Ἱπποκράτης δὲ πανδημεὶ τοὺς Ἀθηναίους ἀγαγὼν ἐπὶ τὸ Δήλιον κατελάβετο τὸ χωρίον, καὶ φθάσας τὴν ἔφοδον τῶν Βοιωτῶν ἐτείχισε τὸ Δήλιον.
アテナイ人が快くこれを受け入れると、将軍たちは攻撃の段取りに関して軍勢を分割し、デモステネスは軍の大部分を率いてボイオティアへ侵入したが、ボイオティア人がその裏切りをあらかじめ察知しているのを知ると、何も果たせずに退去した。 一方、ヒッポクラテスは市民総出でアテナイ人をデリオンへと率いてその場所を占領し、ボイオティア人の襲来に先んじてデリオンを要塞化した。
τοῦτο δὲ τὸ χωρίον κεῖται μὲν πλησίον τῆς Ὠρωπίας καὶ τῶν ὅρων τῆς Βοιωτίας,
この場所はオロポス領およびボイオティアの境界の近くに位置している。
§12.69.3Παγώνδας δʼ ὁ τῶν Βοιωτῶν ἔχων τὴν στρατηγίαν ἐξ ἁπασῶν τῶν κατὰ τὴν Βοιωτίαν πόλεων μεταπεμψάμενος στρατιώτας ἧκε πρὸς τὸ Δήλιον μετὰ πολλῆς δυνάμεως·
ボイオティア人の将軍職にあったパゴンダスは、ボイオティアのあらゆる都市から兵士たちを召喚し、大軍を率いてデリオンへとやって来た。
εἶχε γὰρ στρατιώτας πεζοὺς μὲν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ χιλίους.
というのも、彼は二万にわずかに及ばない歩兵と、約千人の騎兵を擁していたからである。
§12.69.4οἱ δʼ Ἀθηναῖοι τῷ πλήθει μὲν ὑπερεῖχον τῶν Βοιωτῶν, ὡπλισμένοι δὲ οὐχ ὁμοίως τοῖς πολεμίοις·
アテナイ人は数においてはボイオティア人を上回っていたが、敵と同様の武装をしていなかった。
ἄφνω γὰρ καὶ συντόμως ἐξεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ διὰ τὴν σπουδὴν ὑπῆρχον ἀπαράσκευοι.
というのも、彼らは突如として、また迅速に都市から出撃したため、その急ぎようから準備ができていなかったのである。