Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.68.1-12.68.6

巴西达斯攻取安菲波利斯与托罗内

第 162 段,共 723 段 · 希腊语

内容简介

巴西达斯通过和平协定占领了安菲波利斯,并通过在斯特里蒙河建造战船、征服阿克特半岛以及在内应协助下攻占托罗内,进一步扩大了势力。

§12.68.1διὸ καὶ θαρρήσας τῷ πλήθει τῶν στρατιωτῶν ἐστράτευσεν ἐπὶ τὴν καλουμένην Ἀμφίπολιν.
因此,因士兵人数众多而受到鼓舞,他向所谓的安菲波利斯进军。
ταύτην δὲ τὴν πόλιν πρότερον μὲν ἐπεχείρησεν οἰκίζειν Ἀρισταγόρας ὁ Μιλήσιος, φεύγων Δαρεῖον τὸν βασιλέα τῶν Περσῶν· §12.68.2ἐκείνου δὲ τελευτήσαντος, καὶ τῶν οἰκητόρων ἐκπεσόντων ὑπὸ Θρᾳκῶν τῶν ὀνομαζομένων Ἠδωνῶν, μετὰ ταῦτα ἔτεσι δυσὶ πρὸς τοῖς τριάκοντα Ἀθηναῖοι μυρίους οἰκήτορας εἰς αὐτὴν ἐξέπεμψαν.
而这座城市,米利都的阿里斯塔戈拉斯在逃离波斯国王大流士时,此前曾企图进行殖民;在他死后,且定居者被被称为埃多尼亚人的色雷斯人驱逐之后,在此事三十二年后,雅典人向其派遣了一万名定居者。
ὁμοίως δὲ καὶ τούτων ὑπὸ Θρᾳκῶν διαφθαρέντων περὶ Δράβησκον, διαλιπόντες ἔτη δύο πάλιν ἀνεκτήσαντο τὴν πόλιν Ἅγνωνος ἡγουμένου.
同样,当这些人也在德拉贝斯库斯附近被色雷斯人毁灭后,间隔两年后,他们在哈格农的领导下,再次收复了这座城市。
§12.68.3περιμαχήτου δʼ αὐτῆς πολλάκις γεγενημένης, ἔσπευδεν ὁ Βρασίδας κύριος γενέσθαι τῆς πόλεως.
由于该城曾多次成为争夺的对象,巴西达斯急于成为该城的主人。
διὸ καὶ στρατεύσας ἐπʼ αὐτὴν ἀξιολόγῳ δυνάμει, καὶ στρατοπεδεύσας πλησίον τῆς γεφύρας, τὸ μὲν πρῶτον εἷλε τὸ προάστειον τῆς πόλεως, τῇ δʼ ὑστεραίᾳ καταπληξάμενος τοὺς Ἀμφιπολίτας παρέλαβε τὴν πόλιν καθʼ ὁμολογίαν, ὥστʼ ἐξεῖναι τῷ βουλομένῳ τὰ ἑαυτοῦ λαβόντα ἀπελθεῖν ἐκ τῆς πόλεως.
因此,他率领一支强大的军队向该城进军,并在桥梁附近驻扎,起初夺取了该城的郊区,次日威吓安菲波利斯人,通过协定接管了该城,其条件为允许任何愿意的人携带自己的财产离开该城。
§12.68.4εὐθὺς δὲ καὶ τῶν πλησιοχώρων πόλεων πλείονας προσηγάγετο, ἐν αἷς ἦσαν ἀξιολογώταται Οἰσύμη καὶ Γαληψός, ἀμφότεραι Θασίων ἄποικοι, καὶ Μύρκινον, Ἠδωνικὸν πολισμάτιον.
他随即也争取了附近的多座城市,其中最著名的是奥叙墨和加勒普索斯(两者皆为萨索斯人的殖民地),以及埃多尼亚人的小镇米尔基诺斯。
ἐπεβάλετο δὲ καὶ ναυπηγεῖσθαι τριήρεις πλείους ἐπὶ τῷ Στρυμόνι ποταμῷ, καὶ στρατιώτας ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων συμμάχων μετεπέμπετο.
他还着手在斯特里蒙河上建造更多的三列桨战船,并从拉刻代蒙和其他盟友那里召集士兵。
§12.68.5κατεσκεύαζε δὲ καὶ πανοπλίας πολλάς, καὶ τοῖς ἀόπλοις τῶν νέων ἀνεδίδου ταύτας, καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων ἁπάντων παρασκευὰς ἐποιεῖτο.
他还制作了许多重装铠甲,并将这些分发给没有武装的青年,并准备了投射武器、粮食及其他一切物资。
ὡς δʼ αὐτῷ πάντα παρεσκεύαστο, ἀνέζευξεν ἐκ τῆς Ἀμφιπόλεως μετὰ τῆς δυνάμεως, καὶ παραγενόμενος εἰς τὴν καλουμένην Ἀκτὴν κατεστρατοπέδευσεν.
当一切准备就绪后,他率军离开安菲波利斯,并来到所谓的阿克特,在那里驻扎下来。
ἐν ταύτῃ δʼ ὑπῆρχον πέντε πόλεις, ὧν αἱ μὲν Ἑλληνίδες ἦσαν, Ἀνδρίων ἄποικοι, αἱ δὲ εἶχον ὄχλον βαρβάρων διγλώττων Βισαλτικόν.
该地有五座城市,其中一些是希腊人的,为安德罗斯人的殖民地,而另一些则拥有讲双语的毕萨尔提亚异族人群。
§12.68.6ταύτας δὲ χειρωσάμενος ἐστράτευσεν ἐπὶ πόλιν Τορώνην, ἄποικον μὲν Χαλκιδέων, κατεχομένην δὲ ὑπʼ Ἀθηναίων.
在征服了这些城市后,他向托罗内城进军,该城是哈尔基季基人的殖民地,但由雅典人占领。
προδιδόντων δέ τινων τὴν πόλιν, ὑπὸ τούτων εἰσαχθεὶς νυκτὸς ἐκράτησε τῆς Τορώνης ἄνευ κινδύνων.
由于有人背叛该城,他在夜间被他们引入,未遇危险便控制了托罗内。
τὰ μὲν οὖν κατὰ τὸν Βρασίδαν μέχρι τούτου προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
因此,在这一年中,有关巴西达斯的事迹便进展到此为止。

词汇与语法注释

  1. 12.68.1φεύγων — 现在分词 `φεύγων` 表示相对于主句过去时动词 `ἐπεχείρησεν` 的持续状态或同时发生的情况(“当他逃离时”或“处于流亡状态”)。
  2. 12.68.2ἔτεσι δυσὶ πρὸς τοῖς τριάκοντα — 与格 `ἔτεσι` 是表示差异程度的与格,指示了相对于 `μετὰ ταῦτα`(“在此事之后”)在时间顺序上相隔三十二年的间隔。
  3. 12.68.3ὥστʼ ἐξεῖναι — 连词 `ὥστε` 后接不定式 `ἐξεῖναι`(无人称动词 `ἔξεστι` 的不定式),表示协定(`ὁμολογία`)的具体条件或结果(“其条件为……”)。该不定式的逻辑主语是与格分词短语 `τῷ βουλομένῳ`(“任何愿意的人”)。
  4. 12.68.5ὧν αἱ μὲν Ἑλληνίδες ἦσαν — 属格关系代词 `ὧν` 的先行词是前文的 `πέντε πόλεις`(“五座城市”),随后的 `αἱ μὲν... αἱ δέ` 结构对比性地对这五座城市进行了分类说明(“一些是希腊人的……而另一些……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.68.1-12.68.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.68.1-12.68.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。