§12.67.1Βρασίδας δὲ δύναμιν ἱκανὴν ἀναλαβὼν ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων ἀνέζευξεν ἐπὶ Μέγαρα.
ブラシダスは、ラケダイモンおよび他のペロポネソス人から十分な兵力を集め、メガラへと進軍した。
καταπληξάμενος δὲ τοὺς Ἀθηναίους, τούτους μὲν ἐξέβαλεν ἐκ τῆς Νισαίας, τὴν δὲ πόλιν τῶν Μεγαρέων ἐλευθερώσας ἀποκατέστησεν εἰς τὴν τῶν Λακεδαιμονίων συμμαχίαν·
そしてアテナイ人たちを威嚇してニサイアから追い出し、メガラ人の都市を解放してラケダイモン人の同盟関係に復帰させた。
αὐτὸς δὲ μετὰ τῆς δυνάμεως διὰ Θετταλίας τὴν πορείαν ποιησάμενος ἧκεν εἰς Δῖον τῆς Μακεδονίας.
彼自身は兵力とともにテッサリアを通って行軍し、マケドニアのディオンに到着した。
§12.67.2ἐκεῖθεν δὲ παρελθὼν εἰς Ἄκανθον συνεμάχησε τοῖς Χαλκιδεῦσι.
そこからアカントスへと進み、カルキディア人たちと同盟してともに戦った。
καὶ πρώτην μὲν τὴν Ἀκανθίων πόλιν τὰ μὲν καταπληξάμενος, τὰ δὲ καὶ λόγοις φιλανθρώποις πείσας ἐποίησεν ἀποστῆναι τῶν Ἀθηναίων·
そしてまず最初にアカントス人の都市を、一方では威嚇し、他方では友好的な言葉で説得して、アテナイ人から離反させた。
ἔπειτα πολλοὺς καὶ τῶν ἄλλων τῶν ἐπὶ Θρᾴκης κατοικούντων προετρέψατο κοινωνεῖν τῆς τῶν Λακεδαιμονίων συμμαχίας.
その後、トラキア地方に居住する他の多くの人々をも、ラケダイモン人の同盟に加わるよう促した。
§12.67.3μετὰ δὲ ταῦτα Βρασίδας βουλόμενος ἐνεργότερον ἅψασθαι τοῦ πολέμου, μετεπέμπετο στρατιώτας ἐκ τῆς Λακεδαίμονος, σπεύδων ἀξιόλογον συστήσασθαι δύναμιν·
この後、ブラシダスは戦争により精力的に取り組むことを望み、ラケダイモンから兵士たちを召喚した。 それは、有力な兵力を組織することを急いでのことであった。
οἱ δὲ Σπαρτιᾶται βουλόμενοι τῶν Εἱλώτων τοὺς κρατίστους ἀπολέσθαι, πέμπουσιν ἐξ αὐτῶν τοὺς μάλιστα πεφρονηματισμένους χιλίους, νομίζοντες ἐν ταῖς μάχαις τοὺς πλείστους αὐτῶν κατακοπήσεσθαι.
一方、スパルタ人たちはヘイロテスのうち最も優秀な者たちが死ぬことを望み、彼らのうち最も気骨のある者たち千名を送り出した。 戦闘において彼らの大部分が斬り殺されるだろうと考えたからである。
§12.67.4ἔπραξαν δέ τι καὶ ἄλλο βίαιον καὶ ὠμόν, διʼ οὗ ταπεινώσειν ὑπελάμβανον τοὺς Εἵλωτας·
彼らはまた、それによってヘイロテスたちを従順にさせられると考えた、別の暴力的で残虐な行為をも行った。
ἐκήρυξαν γὰρ ἀπογράφεσθαι τῶν Εἱλώτων τοὺς ἀγαθόν τι πεποιηκότας τῇ Σπάρτῃ, καὶ τούτους κρίναντες ἐλευθερώσειν ἐπηγγείλαντο·
すなわち、ヘイロテスのうちスパルタに対して何か功績のあった者は登録を申し出るようにと布告し、これらを審査した上で解放することを約束したのである。
ἀπογραψαμένων δὲ δισχιλίων, τούτους μὲν προσέταξαν τοῖς κρατίστοις ἀποκτεῖναι κατʼ οἶκον ἑκάστου.
そして二千名が登録を申し出ると、彼らは最も有力な市民たちに、彼らを各人の家で殺害することを命じた。
§12.67.5σφόδρα γὰρ εὐλαβοῦντο μήποτε καιροῦ δραξάμενοι καὶ μετὰ τῶν πολεμίων ταχθέντες εἰς κίνδυνον ἀγάγωσι τὴν Σπάρτην.
なぜなら、彼らがいつか好機を捉え、敵の側に付いてスパルタを危険に陥れることを、非常に恐れていたからである。
οὐ μὴν ἀλλὰ τῷ Βρασίδᾳ παραγενομένων χιλίων Εἱλώτων, ἔκ τε συμμάχων στρατολογηθέντων συνέστη δύναμις ἀξιόχρεως.
それにもかかわらず、ブラシダスのもとに千名のヘイロテスが到着し、また同盟国からも兵が募られたため、十分な兵力が組織された。