§12.64.1Ἀρταξέρξης δʼ ὁ τῶν Περσῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τετταράκοντα, τὴν δʼ ἀρχὴν διαδεξάμενος Ξέρξης ἐβασίλευσεν ἐνιαυτόν.
波斯国王阿尔塔薛西斯在统治了四十年后去世,继承王位的薛西斯执政了一年。
κατὰ δὲ τὴν Ἰταλίαν Αἴκλων ἀποστάντων ἀπὸ Ῥωμαίων κατὰ τὸν πόλεμον αὐτοκράτορα μὲν Αὖλον Ποστούμιον, ἵππαρχον δὲ Λεύκιον Ἰούλιον ἐποίησαν.
在意大利,由于埃奎人背叛了罗马人,罗马人为了应对战争,任命奥卢斯·波斯图米乌斯为独裁官,卢基乌斯·尤利乌斯为骑兵长官。
§12.64.2οὗτοι δὲ μετὰ πολλῆς δυνάμεως ἀξιολόγου στρατεύσαντες εἰς τὴν τῶν ἀφεστηκότων χώραν τὸ μὲν πρῶτον τὰς κτήσεις ἐπόρθησαν, μετὰ δὲ ταῦτα Αἴκλων ἀντιταχθέντων ἐγένετο μάχη, καθʼ ἣν ἐνίκησαν οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν τῶν πολεμίων ἀνεῖλον, οὐκ ὀλίγους δʼ ἐζώγρησαν, λαφύρων δὲ πολλῶν ἐκυρίευσαν.
这两人率领一支强大且规模可观的军队出征叛军的领土,起初掠夺了他们的财产,但随后由于埃奎人列阵迎战,发生了一场战斗,在这场战斗中罗马人获胜,他们消灭了许多敌人,活捉了不仅少数,并且缴获了大量战利品。
§12.64.3μετὰ δὲ τὴν μάχην οἱ μὲν ἀφεστηκότες διὰ τὴν ἧτταν καταπεπληγμένοι τοῖς Ῥωμαίοις ὑπετάγησαν, ὁ δὲ Ποστούμιος δόξας καλῶς διῳκηκέναι τὰ κατὰ τὸν πόλεμον, κατήγαγε τὸν εἰωθότα θρίαμβον.
战斗结束后,叛军因失败而陷入恐慌,向罗马人臣服,而波斯图米乌斯因被认为妥善处理了战争事务,举行了惯常的凯旋式。
ἴδιον δέ τι καὶ παντελῶς ἄπιστόν φασι πρᾶξαι τὸν Ποστούμιον· κατὰ γὰρ τὴν μάχην τὸν υἱὸν αὐτοῦ διὰ τὴν προθυμίαν προεκπηδῆσαι τῆς ὑπὸ τοῦ πατρὸς δεδομένης τάξεως· τὸν δὲ πατέρα τηροῦντα τὸ πάτριον ἔθος τὸν υἱὸν ὡς λελοιπότα τὴν τάξιν ἀποκτεῖναι.
据说波斯图米乌斯还做了一件极其奇特且完全令人难以置信的事:在战斗中,他的儿子由于立功心切,冲出了父亲所指定的阵地,而父亲为了维护祖宗的传统,以脱离阵地的罪名将儿子处死。