§12.54.1Ἀθηναῖοι δὲ καὶ πάλαι μὲν ἦσαν ἐπιθυμηταὶ τῆς Σικελίας διὰ τὴν ἀρετὴν τῆς χώρας, καὶ τότε δʼ ἀσμένως προσδεξάμενοι τοὺς τοῦ Γοργίου λόγους ἐψηφίσαντο συμμαχίαν ἐκπέμπειν τοῖς Λεοντίνοις, πρόφασιν μὲν φέροντες τὴν τῶν συγγενῶν χρείαν καὶ δέησιν, τῇ δʼ ἀληθείᾳ τὴν νῆσον σπεύδοντες κατακτήσασθαι.
雅典人由于西西里土地的肥沃,自古以来就对其垂涎,此时他们也欣然接受了高尔吉亚的提议,投票决定向莱昂蒂尼人派遣同盟军,表面上以亲属的需要和恳求为借口,实际上则是急于占领该岛。
§12.54.2καὶ γὰρ οὐ πολλοῖς ἔτεσι πρότερον τῶν τε Κορινθίων καὶ τῶν Κερκυραίων διαπολεμούντων μὲν πρὸς ἀλλήλους, φιλοτιμηθέντων δʼ ἀμφοτέρων συμμάχους λαβεῖν τοὺς Ἀθηναίους, προέκρινεν ὁ δῆμος συμμαχεῖν τοῖς Κερκυραίοις διὰ τὸ τὴν Κέρκυραν εὐφυῶς κεῖσθαι πρὸς τὸν εἰς Σικελίαν πλοῦν.
因为就在不仅年前,当科林斯人和克尔刻拉人彼此交战、双方都极力争取雅典人作为盟友时,雅典人民优先选择与克尔刻拉人结盟,就是因为克尔刻拉所处的地理位置对前往西西里的航行十分便利。
§12.54.3καθόλου γὰρ οἱ Ἀθηναῖοι κατακτησάμενοι τὴν τῆς θαλάττης ἡγεμονίαν καὶ μεγάλας πράξεις ἐπιτελεσάμενοι συμμάχων τε πολλῶν εὐπόρουν καὶ δυνάμεις μεγίστας ἐκέκτηντο καὶ χρημάτων τε πλῆθος ἕτοιμον παρέλαβον, μετακομίσαντες ἐκ Δήλου τὰ κοινὰ χρήματα τῶν Ἑλλήνων, ὄντα πλείω τῶν μυρίων ταλάντων, ἡγεμόσι τε μεγάλοις καὶ διὰ στρατηγίαν δεδοκιμασμένοις ἐχρήσαντο, καὶ διὰ τούτων ἁπάντων ἤλπιζον καταπολεμήσειν μὲν τοὺς Λακεδαιμονίους, πάσης δὲ τῆς Ἑλλάδος τὴν ἡγεμονίαν περιπεποιημένοι ἀνθέξεσθαι τῆς Σικελίας.
总的来说,雅典人由于取得了海上霸权并建立了伟大的功绩,因此拥有众多的盟国,掌握着最强大的军事力量,并接收了他们从德洛斯岛转移过来的希腊人共有资金,这笔随时可用的现款达一万多塔兰托之巨;此外,他们还任用那些在将领职位上久经考验的伟大指挥官。 通过所有这些条件,他们期望能战胜斯巴达人,并在取得全希腊的霸权之后,进一步染指西西里。
§12.54.4διὰ ταύτας οὖν τὰς αἰτίας ψηφισάμενοι βοηθεῖν τοῖς Λεοντίνοις ἐξέπεμψαν εἰς τὴν Σικελίαν ναῦς εἴκοσι καὶ στρατηγοὺς Λάχητα καὶ Χαροιάδην.
因此,出于这些原因,他们投票决定援助莱昂蒂尼人,向西西里派遣了二十艘战船以及将军拉刻和卡洛亚德。
οὗτοι δὲ πλεύσαντες εἰς τὸ Ῥήγιον προσελάβοντο ναῦς εἴκοσι παρὰ τῶν Ῥηγίνων καὶ τῶν ἄλλων Χαλκιδέων ἀποίκων.
他们航行到雷吉翁,从雷吉翁人和其他卡尔基斯殖民者那里又获得了二十艘战船。
ἐντεῦθεν δʼ ὁρμώμενοι τὸ μὲν πρῶτον τὰς Λιπαραίων νήσους κατέδραμον διὰ τὸ συμμαχεῖν τοὺς Λιπαραίους τοῖς Συρακοσίοις, μετὰ δὲ ταῦτα ἐπὶ Λοκροὺς πλεύσαντες καὶ πέντε νεῶν Λοκρίδων κυριεύσαντες, Μύλας φρούριον ἐπολιόρκησαν.
他们以此为据点,首先袭击了利帕拉人的群岛,因为利帕拉人与叙拉古人结有同盟;此后,他们又航行到洛克里,俘获了五艘洛克里战船,并包围了米莱要塞。
§12.54.5ἐπιβοηθησάντων δὲ τῶν πλησιοχώρων Σικελιωτῶν τοῖς Μυλαίοις ἐγένετο μάχη, καθʼ ἣν Ἀθηναῖοι νικήσαντες ἀπέκτειναν μὲν πλείους τῶν χιλίων, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν ἑξακοσίων· εὐθὺς δὲ καὶ τὸ φρούριον ἐκπολιορκήσαντες κατέσχον.
由于邻近的西西里希腊人赶来援助米莱人,双方爆发了战斗。 在这场战斗中,雅典人获得胜利,击毙了一千多人,生擒了不下六百人;他们随即攻占并控制了该要塞。
§12.54.6τούτων δὲ πραττομένων κατέπλευσαν νῆες τετταράκοντα, ἃς ἀπέστειλεν ὁ δῆμος, κρίνων γενναιότερον ἅπτεσθαι τοῦ πολέμου· ἡγεῖτο δʼ αὐτῶν Εὐρυμέδων καὶ Σοφοκλῆς.
在这些事情进行期间,雅典人民因决定更积极地投入战争而派遣的四十艘战船抵达,由欧里梅敦和索福克勒斯指挥。
ἀθροισθεισῶν δὲ τῶν τριήρων εἰς ἕνα τόπον ἀξιόλογος ἤδη στόλος κατεσκεύαστο, συγκείμενος ἐκ τριήρων ὀγδοήκοντα.
当所有三列桨战船聚集到一处时,已经组成了由八十艘三列桨战船构成的、规模惊人的舰队。
§12.54.7τοῦ δὲ πολέμου χρονίζοντος οἱ Λεοντῖνοι διαπρεσβευσάμενοι πρὸς τοὺς Συρακοσίους διελύθησαν.
然而,随着战争的拖延,莱昂蒂尼人通过派遣使节与叙拉古人达成了和解。
διόπερ αἱ μὲν τῶν Ἀθηναίων τριήρεις ἀπέπλευσαν εἰς τὴν οἰκείαν, οἱ δὲ Συρακόσιοι τοῖς Λεοντίνοις μεταδόντες τῆς πολιτείας ἅπαντας Συρακοσίους ἐποίησαν, καὶ τὴν πόλιν φρούριον ἀπέδειξαν τῶν Συρακοσίων.
因此,雅典人的三列桨战船启程返回本国,而叙拉古人则给予莱昂蒂尼人公民权,使他们全部成为叙拉古公民,并将莱昂蒂尼城改设为叙拉古人的要塞。
καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势大体如此。