Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.47.1-12.47.5

普拉塔亚之围与福尔米奥的海上战役

第 141 段,共 723 段 · 希腊语

内容简介

雅典将军福尔米奥在瑙帕克托斯掌握了制海权,斯巴达国王阿耳基达莫斯围攻普拉塔亚,同时雅典与斯巴达盟军在色雷斯和阿卡纳尼亚展开军事行动。

§12.47.1Ἀθηναῖοι δὲ Φορμίωνα στρατηγὸν προχειρισάμενοι μετὰ εἴκοσι τριήρων ἐξαπέστειλαν.
雅典人选派福尔米奥为将军,派他率领二十艘三段桨船出发。
οὗτος δὲ περιπλεύσας τὴν Πελοπόννησον εἰς Ναύπακτον κατῆρε, καὶ θαλαττοκρατῶν τοῦ Κρισαίου κόλπου διεκώλυσε ταύτῃ πλεῖν τοὺς Λακεδαιμονίους.
他绕过伯罗奔尼撒半岛,在瑙帕克托斯靠岸,并掌握了克里萨湾的制海权,阻止了拉刻代蒙人在此航行。
Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον ἐξέπεμψαν μετʼ Ἀρχιδάμου τοῦ βασιλέως· οὗτος δὲ παρελθὼν τῆς Βοιωτίας εἰς Πλαταιὰς ἐστρατοπέδευσε.
而拉刻代蒙人则派出了由国王阿耳基达莫斯率领的相当规模的军队;他穿过波奥蒂亚,在普拉塔亚扎营。
μελλόντων δʼ αὐτῶν δῃοῦν τὴν χώραν, καὶ παρακαλούντων τοὺς Πλαταιεῖς ἀποστῆναι τῶν Ἀθηναίων, ὡς οὐ προσεῖχον αὐτοῖς, ἐπόρθησε τὴν χώραν καὶ τὰς κατʼ αὐτὴν κτήσεις ἐλυμήνατο.
当他们正准备蹂躏该地区、并劝说普拉塔亚人背弃雅典人时,由于普拉塔亚人没有理会他们,他便掠夺了该地区并毁坏了当地的财产。
§12.47.2μετὰ δὲ ταῦτα τὴν πόλιν περιτειχίσας ἤλπιζε τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσειν τοὺς Πλαταιεῖς· οὐδὲν δʼ ἧττον καὶ μηχανὰς προσάγοντες καὶ διὰ τούτων σαλεύοντες τὰ τείχη καὶ προσβολὰς ἀδιαλείπτως ποιούμενοι διετέλουν.
此后,他修筑围墙包围了这座城市,希望通过匮乏必需品来迫使普拉塔亚人屈服;但尽管如此,他们仍旧推来攻城器械,用其震摇城墙,并持续不断地发起攻击。
ἐπεὶ δὲ οὐδὲ διὰ τῶν προσβολῶν ἠδύναντο χειρώσασθαι τὴν πόλιν, ἀπολιπόντες τὴν ἱκανὴν φυλακὴν ἐπανῆλθον εἰς Πελοπόννησον.
但既然通过攻击也无法攻占该城,他们便留下了充足的守备部队,返回了伯罗奔尼撒。
§12.47.3Ἀθηναῖοι δὲ στρατηγοὺς καταστήσαντες Ξενοφῶντα καὶ Φανόμαχον ἀπέστειλαν ἐπὶ Θρᾴκην μετὰ στρατιωτῶν χιλίων.
雅典人任命色诺芬和法诺马科斯为将军,派他们带着一千名士兵前往色雷斯。
οὗτοι δὲ παραγενηθέντες εἰς Σπάρτωλον τῆς Βοττικῆς ἔτεμον τὴν χώραν, καὶ τὸν σῖτον ἐν χλόῃ διέφθειραν.
他们来到博提艾亚的斯帕耳托洛斯,蹂躏了该地,并毁坏了尚绿的庄稼。
προσβοηθησάντων δὲ τοῖς Βοττιαίοις Ὀλυνθίων, ἡττήθησαν ὑπὸ τούτων μάχῃ· ἀνῃρέθησαν δὲ τῶν Ἀθηναίων οἵ τε στρατηγοὶ καὶ τῶν στρατιωτῶν οἱ πλείους.
但由于奥林索斯人前来援助博提艾亚人,他们在战斗中被对方击败;雅典人的将军们和大部分士兵均战死。
§12.47.4ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι πεισθέντες ὑπὸ Ἀμβρακιωτῶν ἐστράτευσαν εἰς Ἀκαρνανίαν.
在这些事情发生的同时,拉刻代蒙人受到安布拉基亚人的说服,出兵阿卡纳尼亚。
ἡγούμενος δὲ τούτων Κνῆμος εἶχε στρατιώτας πεζοὺς χιλίους καὶ ναῦς ὀλίγας· προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμάχων στρατιώτας τοὺς ἱκανοὺς ἧκεν εἰς τὴν Ἀκαρνανίαν καὶ κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Στράτου.
率领他们的克涅摩斯拥有一千名步兵和少数船只;他接着又从盟友那里募集了足够的士兵,来到阿卡纳尼亚,并在名为斯特拉托斯的城市附近扎营。
§12.47.5οἱ δὲ Ἀκαρνᾶνες συστραφέντες καὶ τοῖς πολεμίοις ἐνεδρεύσαντες πολλοὺς ἀπέκτειναν, καὶ συνηνάγκασαν τὸν Κνῆμον ἀπαγαγεῖν τὴν δύναμιν εἰς τοὺς ὀνομαζομένους Οἰνιάδας.
但阿卡纳尼亚人集结起来并伏击了敌人,杀死了许多人,并迫使克涅摩斯将军队撤退到名为奥尼阿代的地方。

词汇与语法注释

  1. 12.47.1μελλόντων δʼ αὐτῶν δῃοῦν τὴν χώραν — 属格独立分词结构“μελλόντων δʼ αὐτῶν... καὶ παρακαλούντων...”的逻辑主语 αὐτῶν 指代拉刻代蒙人。虽然主句动词 ἐπόρθησε 是单数(主语为阿耳基达莫斯),但这二者都代表了拉刻代蒙军队的整体行动。
  2. 12.47.2προσβολὰς ἀδιαλείπτως ποιούμενοι διετέλουν — 动词 διατελέω 与补充性分词(此处为 προσάγοντες、σαλεύοντες 和 ποιούμενοι)连用,表示持续性的动作,意为“持续做某事”或“不断地……”。
  3. 12.47.4ἅμα δὲ τούτοις πραττομένοις — 前置词 ἅμα 与与格名词及分词(τούτοις πραττομένοις)连用,表示同时性,意为“在进行这些事情的同时”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.47.1-12.47.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.47.1-12.47.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。