Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.47.1-12.47.5

プラタイア包囲とフォルミオンの海上戦役

141 / 723 箇所 · ギリシア語

要旨

アテナイの将軍フォルミオンがナウパクトスで制海権を握り、スパルタ王アルキダモスがプラタイアを包囲する一方、トラキアとアカルナニアでも両陣営の激しい戦闘が展開される。

§12.47.1Ἀθηναῖοι δὲ Φορμίωνα στρατηγὸν προχειρισάμενοι μετὰ εἴκοσι τριήρων ἐξαπέστειλαν.
アテナイ人はフォルミオンを将軍に選出して、20隻の三段櫂船とともに派遣した。
οὗτος δὲ περιπλεύσας τὴν Πελοπόννησον εἰς Ναύπακτον κατῆρε, καὶ θαλαττοκρατῶν τοῦ Κρισαίου κόλπου διεκώλυσε ταύτῃ πλεῖν τοὺς Λακεδαιμονίους.
彼はペロポネソス半島を周航してナウパクトスに入港し、クリサ湾の制海権を握ることで、ラケダイモン人たちがそこを航行するのを阻止した。
Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον ἐξέπεμψαν μετʼ Ἀρχιδάμου τοῦ βασιλέως·
一方、ラケダイモン人は王アルキダモスとともに相当な軍勢を派遣した。
οὗτος δὲ παρελθὼν τῆς Βοιωτίας εἰς Πλαταιὰς ἐστρατοπέδευσε.
彼はボイオティアを通り過ぎてプラタイアに宿営した。
μελλόντων δʼ αὐτῶν δῃοῦν τὴν χώραν, καὶ παρακαλούντων τοὺς Πλαταιεῖς ἀποστῆναι τῶν Ἀθηναίων, ὡς οὐ προσεῖχον αὐτοῖς, ἐπόρθησε τὴν χώραν καὶ τὰς κατʼ αὐτὴν κτήσεις ἐλυμήνατο.
彼らがその土地を荒廃させようとし、またプラタイア人にアテナイ人から離反するよう勧告したものの、プラタイア人が彼らに耳を貸さなかったため、彼は土地を略奪し、そこにある財産を破壊した。
§12.47.2μετὰ δὲ ταῦτα τὴν πόλιν περιτειχίσας ἤλπιζε τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσειν τοὺς Πλαταιεῖς·
この後、彼は都市を包囲壁で囲み、必需品の不足によってプラタイア人を屈服させられると期待した。
οὐδὲν δʼ ἧττον καὶ μηχανὰς προσάγοντες καὶ διὰ τούτων σαλεύοντες τὰ τείχη καὶ προσβολὰς ἀδιαλείπτως ποιούμενοι διετέλουν.
しかしそれにもかかわらず、彼らは攻城兵器を近づけてそれらで城壁を揺るがし、絶え間なく攻撃を加え続けた。
ἐπεὶ δὲ οὐδὲ διὰ τῶν προσβολῶν ἠδύναντο χειρώσασθαι τὴν πόλιν, ἀπολιπόντες τὴν ἱκανὴν φυλακὴν ἐπανῆλθον εἰς Πελοπόννησον.
しかし、攻撃によっても都市を制圧することができなかったため、十分な守備隊を残してペロポネソスへと帰還した。
§12.47.3Ἀθηναῖοι δὲ στρατηγοὺς καταστήσαντες Ξενοφῶντα καὶ Φανόμαχον ἀπέστειλαν ἐπὶ Θρᾴκην μετὰ στρατιωτῶν χιλίων.
アテナイ人はクセノポンとファノマコスを将軍に任命し、1000人の兵士とともにトラキアへ派遣した。
οὗτοι δὲ παραγενηθέντες εἰς Σπάρτωλον τῆς Βοττικῆς ἔτεμον τὴν χώραν, καὶ τὸν σῖτον ἐν χλόῃ διέφθειραν.
彼らはボッティケー地方のスパルトロスに到着すると、その土地を荒廃させ、青立ちの作物を台無しにした。
προσβοηθησάντων δὲ τοῖς Βοττιαίοις Ὀλυνθίων, ἡττήθησαν ὑπὸ τούτων μάχῃ·
しかし、オリュントス人がボッティアイオス人を救援に駆けつけたため、彼らはこれらとの戦闘で敗北した。
ἀνῃρέθησαν δὲ τῶν Ἀθηναίων οἵ τε στρατηγοὶ καὶ τῶν στρατιωτῶν οἱ πλείους.
そしてアテナイ人の将軍たちと、兵士の大部分が戦死した。
§12.47.4ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι πεισθέντες ὑπὸ Ἀμβρακιωτῶν ἐστράτευσαν εἰς Ἀκαρνανίαν.
これらのことが行われていたのと同時に、ラケダイモン人はアンブラキア人の説得を受け入れ、アカルナニアへと遠征した。
ἡγούμενος δὲ τούτων Κνῆμος εἶχε στρατιώτας πεζοὺς χιλίους καὶ ναῦς ὀλίγας·
彼らを率いるクネモスは、1000人の歩兵と少数の船を擁していた。
προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμάχων στρατιώτας τοὺς ἱκανοὺς ἧκεν εἰς τὴν Ἀκαρνανίαν καὶ κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Στράτου.
さらに同盟国からも十分な兵士を加えてアカルナニアに到着し、ストラトスと呼ばれる都市の近くに宿営した。
§12.47.5οἱ δὲ Ἀκαρνᾶνες συστραφέντες καὶ τοῖς πολεμίοις ἐνεδρεύσαντες πολλοὺς ἀπέκτειναν, καὶ συνηνάγκασαν τὸν Κνῆμον ἀπαγαγεῖν τὴν δύναμιν εἰς τοὺς ὀνομαζομένους Οἰνιάδας.
しかしアカルナニア人は集結して敵を待ち伏せし、多くの者を殺害し、クネモスに対して軍勢をオイニアダイと呼ばれる場所へ撤退させることを余儀なくさせた。

語釈・文法注

  1. 12.47.1μελλόντων δʼ αὐτῶν δῃοῦν τὴν χώραν — 属格独立分詞構文「μελλόντων δʼ αὐτῶν... καὶ παρακαλούντων...」の論理的主語 αὐτῶν は、ラケダイモン人の軍勢を指す。主節の動詞 ἐπόρθησε は単数形(主語はアルキダモス)であるが、実質的には軍勢全体の行動を描写している。
  2. 12.47.2προσβολὰς ἀδιαλείπτως ποιούμενοι διετέλουν — 動詞 διατελέω が補助的分詞(ここでは προσάγοντες, σαλεύοντες, ποιούμενοι)を伴うことで、「〜し続けた」という継続的な行為を表す。
  3. 12.47.4ἅμα δὲ τούτοις πραττομένοις — 前置詞 ἅμα が与格名詞および与格分詞(τούτοις πραττομένοις)を伴い、「これらのことが行われているのと同時に」という同時性を表す構文。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.47.1-12.47.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.47.1-12.47.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。