§12.42.1οἱ δὲ Πλαταιεῖς διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἠξίουν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν καὶ ἀπολαβεῖν τοὺς αἰχμαλώτους.
普拉塔亚人向底比斯人派遣使者,要求他们撤离自己的土地,并领回俘虏。
διὸ καὶ τῆς συνθέσεως ταύτης γεγενημένης οἱ μὲν Θηβαῖοι τοὺς αἰχμαλώτους ἀπολαβόντες καὶ τὴν λείαν ἀποδόντες εἰς τὰς Θήβας ἀπηλλάγησαν, οἱ δὲ Πλαταιεῖς πρὸς μὲν Ἀθηναίους ἔπεμψαν πρέσβεις περὶ βοηθείας, αὐτοὶ δὲ τὰ πλεῖστα ἐκόμισαν εἰς τὴν πόλιν.
因此,在达成这一协定后,底比斯人领回了俘虏并归还了掠夺物资,退回底比斯;而普拉塔亚人向雅典人派遣使者请求援助,他们自己则将大部分财产运进了城内。
§12.42.2οἱ δὲ Ἀθηναῖοι πυθόμενοι τὰ περὶ τὰς Πλαταιάς, παραχρῆμα ἐξέπεμψαν τοὺς ἱκανοὺς στρατιώτας· οὗτοι δὲ κατὰ σπουδὴν παραγενόμενοι, καὶ μὴ φθάσαντες τοὺς Θηβαίους, τὰ λοιπὰ τῶν ἀπὸ τῆς χώρας κατεκόμισαν εἰς τὴν πόλιν, καὶ τέκνα καὶ γυναῖκας καὶ τὸν ὄχλον ἀθροίσαντες ἐξαπέστειλαν εἰς τὰς Ἀθήνας.
雅典人获悉普拉塔亚的事态后,立即派遣了足够的士兵;这些士兵急忙赶到,但未能赶在底比斯人退兵之前阻截他们,于是他们将乡间剩余的财产运进城内,并将妇女、儿童和非战斗人员聚集起来,送往雅典。
§12.42.3οἱ δὲ Λακεδαιμόνιοι κρίναντες καταλελύσθαι τὰς σπονδὰς ὑπὸ τῶν Ἀθηναίων, δύναμιν ἀξιόλογον ἤθροισαν ἔκ τε τῆς Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων.
而斯巴达人判定雅典人已经破坏了和约,便从斯巴达以及其他伯罗奔尼撒盟友中集结了一支相当规模的军队。
§12.42.4συνεμάχουν δὲ τότε Λακεδαιμονίοις Πελοποννήσιοι μὲν πάντες πλὴν Ἀργείων· οὗτοι δʼ ἡσυχίαν εἶχον·
当时,除了阿哥斯人外,所有的伯罗奔尼撒人都与斯巴达人结盟;而阿哥斯人则保持中立。
τῶν δʼ ἐκτὸς τῆς Πελοποννήσου Μεγαρεῖς, Ἀμβρακιῶται, Λευκάδιοι, Φωκεῖς, Βοιωτοί, Λοκροὶ τῶν μὲν πρὸς Εὔβοιαν ἐστραμμένων οἱ πλείους, τῶν δʼ ἄλλων Ἀμφισσεῖς.
在伯罗奔尼撒半岛以外的盟友中,有墨加拉人、安布拉基亚人、莱乌卡斯人、福基斯人、波奥蒂亚人,而在洛克里斯人中,主要是面向优波亚的一派,其余的洛克里斯人中则有安菲萨人。
§12.42.5τοῖς δʼ Ἀθηναίοις συνεμάχουν οἱ τὴν παράλιον τῆς Ἀσίας οἰκοῦντες Κᾶρες καὶ Δωριεῖς καὶ Ἴωνες καὶ Ἑλλησπόντιοι καὶ νησιῶται πάντες πλὴν τῶν ἐν Μήλῳ καὶ Θήρᾳ κατοικούντων, ὁμοίως δὲ καὶ οἱ ἐπὶ Θρᾴκης πλὴν Χαλκιδέων καὶ Ποτιδαιατῶν· πρὸς δὲ τούτοις Μεσσήνιοι μὲν οἱ τὴν Ναύπακτον οἰκοῦντες καὶ Κερκυραῖοι.
在雅典人一边结盟的有:居住在亚洲沿海的卡里亚人、多利安人、爱奥尼亚人、赫勒斯滂人,以及除了居住在米洛斯和锡拉的人之外的所有岛屿居民,同样还有色雷斯地区的居民,除了查尔基迪亚人和波提代亚人;此外还有居住在纳乌帕克托斯的美塞尼亚人以及科孚人。
τούτων ναυτικὸν παρείχοντο Χῖοι, Λέσβιοι, Κερκυραῖοι, αἱ δʼ ἄλλαι πᾶσαι πεζοὺς στρατιώτας ἐξέπεμπον.
在这些盟友中,希俄斯人、莱斯沃斯人和科孚人提供了海军,而所有其他城市则派遣了陆军。
σύμμαχοι μὲν οὖν ἀμφοτέροις ὑπῆρχον οἱ προειρημένοι.
以上便是双方各自的盟友。
§12.42.6Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον προχειρισάμενοι τὴν ἡγεμονίαν ἔδωκαν Ἀρχιδάμῳ τῷ βασιλεῖ.
斯巴达人集结了一支相当规模的军队,将指挥权交给了国王阿基达马斯。
οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐνέβαλεν εἰς τὴν Ἀττικήν, τοῖς δὲ φρουρίοις προσβολὰς ἐποιεῖτο καὶ τῆς χώρας πολλὴν ἐδῄωσε.
他率领这支军队侵入阿提卡,向各要塞发起进攻,并摧毁了大片土地。
τῶν δʼ Ἀθηναίων παροξυνομένων διὰ τὴν τῆς χώρας καταδρομήν, καὶ βουλομένων παρατάξασθαι τοῖς πολεμίοις, Περικλῆς στρατηγὸς ὢν καὶ τὴν ὅλην ἡγεμονίαν ἔχων παρεκάλει τοὺς νέους ἡσυχίαν ἔχειν, ἐπαγγελλόμενος ἄνευ κινδύνων ἐκβαλεῖν τοὺς Λακεδαιμονίους ἐκ τῆς Ἀττικῆς.
雅典人因土地遭受劫掠而激愤不已,想要与敌人列阵交战,当时担任将军并掌握全局指挥权的伯里克利劝告年轻人保持克制,许诺他能毫无危险地将斯巴达人驱逐出阿提卡。
§12.42.7πληρώσας οὖν ἑκατὸν τριήρεις καὶ δύναμιν ἀξιόλογον εἰς τὰς ναῦς ἐνθέμενος, καὶ στρατηγὸν ἐπιστήσας Καρκίνον καὶ ἑτέρους τινάς, ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον.
于是,他装备了一百艘三段击船,将一支相当规模的军队部署在船上,并任命卡尔基努斯和其他几人为将军,派遣他们前往伯罗奔尼撒。
οὗτοι δὲ πολλὴν τῆς παραθαλαττίου χώρας πορθήσαντες καί τινα τῶν φρουρίων ἑλόντες κατεπλήξαντο τοὺς Λακεδαιμονίους· διὸ καὶ τὴν ἐκ τῆς Ἀττικῆς δύναμιν ταχέως μεταπεμψάμενοι πολλὴν ἀσφάλειαν τοῖς Πελοποννησίοις παρείχοντο.
这些人劫掠了大片沿海土地,攻占了若干要塞,使斯巴达人感到惊恐;因此,他们迅速调回了在阿提卡的军队,为伯罗奔尼撒人提供了极大的安全保障。
§12.42.8τούτῳ δὲ τῷ τρόπῳ τῆς Ἀττικῆς ἐλευθερωθείσης, ὁ μὲν Περικλῆς ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς πολίταις, ὡς δυνάμενος στρατηγεῖν καὶ τοῖς Λακεδαιμονίοις διαπολεμεῖν.
通过这种方式,阿提卡得以解放,伯里克利因此得到了公民们的赞许,被视为有能力担任将军并与斯巴达人抗争到底的人。