§12.40.1περὶ δὲ τοῦ πολέμου πεφροντισμένως ἀπολογισάμενος ἐξηριθμήσατο μὲν τὸ πλῆθος τῶν συμμάχων τῇ πόλει καὶ τὴν ὑπεροχὴν τῆς ναυτικῆς δυνάμεως, πρὸς δὲ τούτοις τὸ πλῆθος τῶν μετακεκομισμένων ἐκ Δήλου χρημάτων εἰς τὰς Ἀθήνας, ἃ συνέβαινεν ἐκ τῶν φόρων ταῖς πόλεσι κοινῇ συνηθροῖσθαι·
他在对战争进行深思熟虑的计算后,向城邦列举了同盟国的数量和海军力量的优越性,此外,还指出了从德洛斯转移到雅典的大量资金,这些资金是共同从各城邦交纳的贡金中收集而来的。
§12.40.2κοινῶν δʼ ὄντων τῶν μυρίων ταλάντων ἀπανήλωτο πρὸς τὴν κατασκευὴν τῶν προπυλαίων καὶ τὴν Ποτιδαίας πολιορκίαν τετρακισχίλια τάλαντα· καὶ καθʼ ἕκαστον ἐνιαυτὸν ἐκ τοῦ φόρου τῶν συμμάχων ἀνεφέρετο τάλαντα τετρακόσια ἑξήκοντα.
在共同拥有一万塔兰托资金的情况下,其中四千塔兰托已被用于建造山门和围攻波提狄亚;而且每年同盟国的贡金中都会运来四百六十塔兰托。
χωρὶς δὲ τούτων τά τε πομπεῖα καὶ τὰ Μηδικὰ σκῦλα πεντακοσίων ἄξια ταλάντων ἀπεφήνατο,
除这些之外,他表明礼仪用的器皿和波斯战利品价值达五百塔兰托。
§12.40.3ἔν τε τοῖς ἱεροῖς ἀπεδείκνυεν ἀναθημάτων τε πλῆθος καὶ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἔχειν χρυσίου πεντήκοντα τάλαντα, ὡς περιαιρετῆς οὔσης τῆς περὶ τὸν κόσμον κατασκευῆς· καὶ ταῦτα, ἀναγκαία εἰ καταλάβοι χρεία, χρησαμένους παρὰ τῶν θεῶν πάλιν ἀποκαταστήσειν ἐν εἰρήνῃ· τούς τε τῶν πολιτῶν βίους διὰ τὴν πολυχρόνιον εἰρήνην πολλὴν ἐπίδοσιν εἰληφέναι πρὸς εὐδαιμονίαν.
他指出,神殿中不仅有大量的奉献物,而且雅典娜雕像还带有五十塔兰托的黄金,因为装饰部分的黄金是可以拆卸的;他还说,如果发生迫切需要,他们将在向神明借用并使用之后,在和平时期再次归还;由于长期的和平,公民们的生活在幸福繁荣上有了很大的提升。
§12.40.4χωρὶς δὲ τῶν χρημάτων τούτων στρατιώτας ἀπεδείκνυεν ὑπάρχειν τῇ πόλει χωρὶς συμμάχων καὶ τῶν ἐν τοῖς φρουρίοις ὄντων ὁπλίτας μὲν μυρίους καὶ δισχιλίους, τοὺς δʼ ἐν τοῖς φρουρίοις ὄντας καὶ τοὺς μετοίκους ὑπάρχειν πλείους τῶν μυρίων ἑπτακισχιλίων, τριήρεις τε τὰς παρούσας τριακοσίας.
除了这些资金外,他指出城邦除了盟友和守备队中的人之外,还有一万二千名重装步兵,而守备队中的人和在留外人超过一万七千人,且现有的三段击船有三百艘。
§12.40.5τοὺς δὲ Λακεδαιμονίους χρημάτων τε σπανίζειν ἀπεδείκνυε καὶ ταῖς ναυτικαῖς δυνάμεσι πολὺ λείπεσθαι τῶν Ἀθηναίων.
他还指出,斯巴达人缺乏资金,在海军力量上也远落后于雅典人。
ταῦτα διελθὼν καὶ παρορμήσας τοὺς πολίτας εἰς τὸν πόλεμον, ἔπεισε τὸν δῆμον μὴ προσέχειν τοῖς Λακεδαιμονίοις.
在详细说明了这些并鼓舞公民进行战争之后,他说服民众不要理会斯巴达人。
ταῦτα δὲ ῥᾳδίως συνετέλεσε διὰ τὴν δεινότητα τοῦ λόγου, διʼ ἣν αἰτίαν ὠνομάσθη Ὀλύμπιος.
由于他那雄辩的才能,他很容易地达成了这一目的,也正因如此,他被冠以奥林匹斯的称号。
§12.40.6μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνης ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, γεγονὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις,
"
ὦ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω
ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο.
与伯里克利同时代的古喜剧诗人阿里斯托芬,也在以下四步格诗句中提到了这些事情: “噢,破产的农夫们,听懂我的话吧,如果你们想听听她是怎样失去的。
πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς,
εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχῃ τῆς τύχης,
ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος
ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ
πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε·
因为首先,遭遇不顺的菲迪亚斯是这件事的开端,接着伯里克利害怕自己也会遭到同样的命运,投入了麦加拉法令的一粒微小火星,吹起了如此巨大的一场战争,以至于那烟雾让所有的希腊人都流下了眼泪,无论那里的还是这里的。
"
καὶ πάλιν ἐν ἄλλοις
"
Περικλέης οὑλύμπιος
ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα.
” 在其他诗句中又说: “奥林匹斯的伯里克利电闪雷鸣,将整个希腊搅得混乱不堪。
"
Εὔπολις δʼ ὁ ποιητής
"
Πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν· οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων
τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις.
” 诗人欧波利斯则说: “某种说服坐落在他唇上;他竟能如此迷人,在演说家之中,唯有他在听众心中留下了螫针。
"
”