§12.39.1τὸ τῆς Ἀθηνᾶς ἄγαλμα Φειδίας μὲν κατεσκεύαζε, Περικλῆς δὲ ὁ Ξανθίππου καθεσταμένος ἦν ἐπιμελητής.
アテナの像はペイディアスが制作し、クサンティッポスの子ペリクレスが監督官に任命されていた。
τῶν δὲ συνεργασαμένων τῷ Φειδίᾳ τινὲς διενεχθέντες ὑπὸ τῶν ἐχθρῶν τοῦ Περικλέους ἐκάθισαν ἐπὶ τῶν τῶν θεῶν βωμῶν·
しかし、ペイディアスの下で共に働いていた者たちのうち何人かが、ペリクレスの敵たちによって対立させられ、神々の祭壇に哀訴者として座した。
διὰ δὲ τὸ παράδοξον προσκαλούμενοι ἔφασαν πολλὰ τῶν ἱερῶν χρημάτων ἔχοντα Φειδίαν δείξειν, ἐπισταμένου καὶ συνεργοῦντος τοῦ ἐπιμελητοῦ Περικλέους.
そしてその異例の事態ゆえに呼び出されると、彼らは、監督官であるペリクレスが承知し協力した上で、ペイディアスが多くの聖なる資金を横領していることを証明してみせると言った。
§12.39.2διόπερ ἐκκλησίας συνελθούσης περὶ τούτων, οἱ μὲν ἐχθροὶ τοῦ Περικλέους ἔπεισαν τὸν δῆμον συλλαβεῖν τὸν Φειδίαν, καὶ αὐτοῦ τοῦ Περικλέους κατηγόρουν ἱεροσυλίαν.
それゆえ、この件について民会が集まると、ペリクレスの敵たちは民衆を説得してペイディアスを逮捕させ、ペリクレス自身をも神殿汚涜の罪で告発した。
πρὸς δὲ τούτοις Ἀναξαγόραν τὸν σοφιστήν, διδάσκαλον ὄντα Περικλέους, ὡς ἀσεβοῦντα εἰς τοὺς θεοὺς ἐσυκοφάντουν·
これらに加えて彼らは、ペリクレスの教師であったソフィストのアナクサゴラスを、神々に対して不敬であるとして中傷した。
συνέπλεκον δʼ ἐν ταῖς κατηγορίαις καὶ διαβολαῖς τὸν Περικλέα, διὰ τὸν φθόνον σπεύδοντες διαβαλεῖν τὴν τἀνδρὸς ὑπεροχήν τε καὶ δόξαν.
そして彼らは、嫉妬のゆえにこの男の卓越性と名声を毀損しようと焦るあまり、数々の告発や中傷の中にペリクレスを巻き込んでいった。
§12.39.3ὁ δὲ Περικλῆς, εἰδὼς τὸν δῆμον ἐν μὲν τοῖς πολεμικοῖς ἔργοις θαυμάζοντα τοὺς ἀγαθοὺς ἄνδρας διὰ τὰς κατεπειγούσας χρείας, κατὰ δὲ τὴν εἰρήνην τοὺς αὐτοὺς συκοφαντοῦντα διὰ τὴν σχολὴν καὶ φθόνον, ἔκρινε συμφέρειν αὑτῷ τὴν πόλιν ἐμβαλεῖν εἰς μέγαν πόλεμον, ὅπως χρείαν ἔχουσα τῆς Περικλέους ἀρετῆς καὶ στρατηγίας μὴ προσδέχηται τὰς κατʼ αὐτοῦ διαβολάς, μηδʼ ἔχῃ σχολὴν καὶ χρόνον ἐξετάζειν ἀκριβῶς τὸν περὶ τῶν χρημάτων λόγον.
一方ペリクレスは、民衆が戦争においては急迫した必要性のために優れた人々を賞賛するものの、平和なときには暇と嫉妬のゆえに同じ人々を中傷することを知っていたので、都市を大戦争へと巻き込むことが自分にとって有利であると判断した。 そうすれば、国家がペリクレスの徳と将軍としての才を必要とするがゆえに彼に対する中傷を受け入れることもなく、また資金に関する詳細な会計報告を厳密に調査する暇も時間もないであろうからである。
§12.39.4ὄντος δὲ ψηφίσματος παρὰ τοῖς Ἀθηναίοις Μεγαρέας εἴργεσθαι τῆς τε ἀγορᾶς καὶ τῶν λιμένων, οἱ Μεγαρεῖς κατέφυγον ἐπὶ τοὺς Σπαρτιάτας.
アテナイ人の間には、メガラ人を広場および港から排除するという民衆議決が存在していたが、メガラ人はスパルタ人のもとに逃れて保護を求めた。
οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες τοῖς Μεγαρεῦσιν ἀπέστειλαν πρέσβεις ἐκ τοῦ προφανεστάτου ἀπὸ τῆς τοῦ κοινοῦ συνεδρίου γνώμης προστάττοντες τοῖς Ἀθηναίοις ἀνελεῖν τὸ κατὰ τῶν Μεγαρέων ψήφισμα, μὴ πειθομένων δὲ αὐτῶν ἀπειλοῦντες πολεμήσειν αὐτοῖς μετὰ τῶν συμμάχων.
そこでラケダイモン人はメガラ人の訴えを容れ、同盟会議の決議に基づき、極めて明白な態度で使節を派遣し、アテナイ人に対してメガラ人に関する決議を撤回するよう命じ、従わない場合には同盟国とともに戦争を仕掛けると脅迫した。
§12.39.5συναχθείσης οὖν περὶ τούτων ἐκκλησίας, ὁ Περικλῆς, δεινότητι λόγου πολὺ διαφέρων ἁπάντων τῶν πολιτῶν, ἔπεισε τοὺς Ἀθηναίους μὴ ἀναιρεῖν τὸ ψήφισμα, λέγων ἀρχὴν δουλείας εἶναι τὸ πείθεσθαι παρὰ τὸ συμφέρον τοῖς Λακεδαιμονίων προστάγμασι.
したがって、これらのことについて民会が招集されると、演説の巧みさにおいて他のすべての市民をはるかに凌駕していたペリクレスは、ラケダイモン人の命令に利益に反して従うことは服従の始まりであると言って、決議を撤回しないようアテナイ人を説得した。
συνεβούλευεν οὖν τὰ ἀπὸ τῆς χώρας κατακομίζειν εἰς τὴν πόλιν καὶ θαλαττοκρατοῦντας διαπολεμεῖν τοῖς Σπαρτιάταις.
そして、地方から財産を市内に運び込み、制海権を握ったままスパルタ人と徹底的に戦い抜くよう勧告した。