Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.36.1-12.36.4

默冬公布十九年周期与赫拉克利亚的建立

第 130 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官亚普塞乌德斯任内,博斯普鲁斯发生了王位更替。在雅典,天文学家默冬公布了“十九年周期”,直至作者时代仍被证明极其精准;在意大利,塔兰托人创建了赫拉克利亚。

§12.36.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀψεύδους Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Μενήνιον καὶ Πρόκλον Γεγάνιον Μακερῖνον.
在雅典由亚普塞乌德斯担任执政官时,罗马人任命了提图斯·梅内尼乌斯和普罗克鲁斯·格加尼乌斯·马凯里努斯为执政官。
ἐπὶ δὲ τούτων Σπάρτακος μὲν ὁ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, διεδέξατο δὲ τὴν ἀρχὴν Σέλευκος καὶ ἐβασίλευσεν ἔτη τετταράκοντα.
在他们任职期间,博斯普鲁斯的国王斯巴达克斯在统治了七年后去世,塞琉古继承了王位,统治了四十年。
§12.36.2ἐν δὲ ταῖς Ἀθήναις Μέτων ὁ Παυσανίου μὲν υἱός, δεδοξασμένος δὲ ἐν ἀστρολογίᾳ, ἐξέθηκε τὴν ὀνομαζομένην ἐννεακαιδεκαετηρίδα, τὴν ἀρχὴν ποιησάμενος ἀπὸ μηνὸς ἐν Ἀθήναις σκιροφοριῶνος τρισκαιδεκάτης.
在雅典,帕萨尼亚斯之子、在占星术方面享有盛誉的默冬,公布了所谓的“十九年周期”,并以雅典斯基罗福里翁月第十三日作为起点。
ἐν δὲ τοῖς εἰρημένοις ἔτεσι τὰ ἄστρα τὴν ἀποκατάστασιν ποιεῖται καὶ καθάπερ ἐνιαυτοῦ τινος μεγάλου τὸν ἀνακυκλισμὸν λαμβάνει· διὸ καί τινες αὐτὸν Μέτωνος ἐνιαυτὸν ὀνομάζουσι.
在上述年份中,星体完成其回归,并完成某种“大年”般的循环;因此,有些人也称其为“默冬年”。
§12.36.3δοκεῖ δὲ ὁ ἀνὴρ οὗτος ἐν τῇ προρρήσει καὶ προγραφῇ ταύτῃ θαυμαστῶς ἐπιτετευχέναι· τὰ γὰρ ἄστρα τήν τε κίνησιν καὶ τὰς ἐπισημασίας ποιεῖται συμφώνως τῇ γραφῇ·
此人在这一预测和公开发表(日历)中似乎取得了令人惊叹的成功;因为星体的运动和星象变化都与他的记录相一致。
διὸ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων οἱ πλεῖστοι τῶν Ἑλλήνων χρώμενοι τῇ ἐννεακαιδεκαετηρίδι οὐ διαψεύδονται τῆς ἀληθείας.
因此,直到我们这个时代,大多数希腊人都在使用这十九年周期,并且从未偏离事实。
§12.36.4κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι τοὺς τὴν Σῖριν καλουμένην οἰκοῦντας μετοικίσαντες ἐκ τῆς πατρίδος καὶ ἰδίους προσθέντες οἰκήτορας, ἔκτισαν πόλιν τὴν ὀνομαζομένην Ἡράκλειαν.
在意大利,塔兰托人将居住在被称为锡里斯之地的人们从其故乡迁走,并加入他们自己的定居者,从而创建了被称为赫拉克利亚的城市。

词汇与语法注释

  1. 12.36.2τὴν ἀρχὴν ποιησάμενος — 中介分词“ποιησάμενος”与主语“Μέτων”一致,“τὴν ἀρχὴν”在此充当直接宾语,或作副词性修饰,意为“以……为起点”。
  2. 12.36.2ἐνιαυτοῦ τινος μεγάλου — 紧跟在比较小词“καθάπερ”(犹如,好似)后面的属格。指的是天文学上的“大年”(Great Year)概念,即所有天体同时回到其初始位置所需的漫长周期。
  3. 12.36.3οὐ διαψεύδονται τῆς ἀληθείας — 动词“διαψεύδομαι”(在……中落空、偏离、犯错)支配属格“τῆς ἀληθείας”,表示偏离的标准,意为“未曾偏离事实”或“不失真理”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.36.1-12.36.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.36.1-12.36.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。