Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.35.1-12.35.4

图里伊创建者归属之争与神谕裁决

第 129 段,共 723 段 · 希腊语

内容简介

意大利的图里伊因殖民地冠名权和创建者荣誉而爆发内乱,后经德尔斐神谕宣布阿波罗为创建者而平息。同时记载了斯巴达国王阿基达马斯去世及亚基斯继位。

§12.35.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Κράτητος Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Φούριον Φοῦσον καὶ Μάνιον Παπίριον Κράσσον.
在雅典由克拉特斯担任执政官时,罗马人任命了昆图斯·富里乌斯·富苏斯和马尼乌斯·帕皮里乌斯·克拉苏为执政官。
ἐπὶ δὲ τούτων κατὰ τὴν Ἰταλίαν οἱ τοὺς Θουρίους οἰκοῦντες, ἐκ πολλῶν πόλεων συνεστηκότες, ἐστασίαζον πρὸς ἀλλήλους, ποίας πόλεως ἀποίκους δεῖ καλεῖσθαι τοὺς Θουρίους καὶ τίνα κτίστην δίκαιον ὀνομάζεσθαι.
在他们任职期间,在意大利,居住在图里伊的人们因为来自许多不同的城市而彼此发生内讧,争论图里伊人应当被称为哪座城市的殖民者,以及称谁为创建者才是合乎正义的。
§12.35.2οἵ τε γὰρ Ἀθηναῖοι τῆς ἀποικίας ταύτης ἠμφισβήτουν, ἀποφαινόμενοι πλείστους οἰκήτορας ἐξ Ἀθηνῶν ἐληλυθέναι, οἵ τε Πελοποννήσιοι, πόλεις οὐκ ὀλίγας παρεσχημέναι παρʼ αὑτῶν εἰς τὴν κτίσιν τῶν Θουρίων, τὴν ἐπιγραφὴν τῆς ἀποικίας ἑαυτοῖς ἔφησαν δεῖν προσάπτεσθαι.
因为雅典人对这一殖民地提出主张,声称绝大多数定居者来自雅典;而伯罗奔尼撒人则因为从他们自己那里为图里伊的建立提供了不少城市,因而声称这一殖民地的冠名权应当归于他们自己。
§12.35.3ὁμοίως δὲ καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν κεκοινωνηκότων τῆς ἀποικίας καὶ πολλὰς χρείας παρεσχημένων, πολὺς ἦν ὁ λόγος, ἑκάστου τῆς τιμῆς ταύτης σπεύδοντος τυχεῖν.
同样,由于许多优秀的人参与了这次殖民并提供了诸多贡献,大家议论纷纷,每个人都急于获得这一荣誉。
τέλος δὲ τῶν Θουρίων πεμψάντων εἰς Δελφοὺς τοὺς ἐπερωτήσοντας τίνα χρὴ τῆς πόλεως οἰκιστὴν ἀγορεύειν, ὁ θεὸς ἔχρησεν αὑτὸν δεῖν κτίστην νομίζεσθαι.
最后,图里伊人派遣使者前往德尔斐,询问应当宣布谁为该城的创建者,神谕示他自己应当被视为创建者。
τούτῳ τῷ τρόπῳ λυθείσης τῆς ἀμφισβητήσεως τὸν Ἀπόλλω κτίστην τῶν Θουρίων ἀπέδειξαν, καὶ τὸ πλῆθος τῆς στάσεως ἀπολυθὲν εἰς τὴν προϋπάρχουσαν ὁμόνοιαν ἀποκατέστη.
当争端以此种方式解决后,他们宣布阿波罗为图里伊的创建者,而民众也从内讧中解脱出来,恢复了原先存在的和睦。
§12.35.4κατὰ δὲ τὴν Ἑλλάδα Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τετταράκοντα δύο, τὴν δὲ ἀρχὴν διαδεξάμενος Ἆγις ἐβασίλευσεν ἔτη εἴκοσι ἑπτά.
在希腊,斯巴达人的国王阿基达马斯在统治四十二年后去世,亚基斯继承了王位,统治了二十七年。

词汇与语法注释

  1. 12.35.1ποίας πόλεως ἀποίκους δεῖ καλεῖσθαι τοὺς Θουρίους — 这是一个间接疑问从句,其中属格 ποίας πόλεως 修饰宾格表语 ἀποίκους(“哪座城市的殖民者”)。καλεῖσθαι 是被动不定式,其逻辑主语为宾格的 τοὺς Θουρίους。
  2. 12.35.1τίνα κτίστην δίκαιον ὀνομάζεσθαι — 无人称句 δίκαιόν [ἐστι](“……是正当的”)后接“对格加不定式”(A.c.I.)结构。τίνα 是被动不定式 ὀνομάζεσθαι(“被命名”)的逻辑主语对格,而 κτίστην 是表语对格(“创建者”)。
  3. 12.35.2πόλεις οὐκ ὀλίγας παρεσχημέναι — 手抄本中的阴性复数主格分词 παρεσχημέναι(与 πόλεις 一致)在语境中应指向主句主语 Πελοποννήσιοι(阳性复数),等同于阳性复数分词 παρεσχημένοι,引导一个表示原因的分词短语(“因为他们提供了不少城市”)。
  4. 12.35.3ἑκάστου τῆς τιμῆς ταύτης σπεύδοντος τυχεῖν — 这是一个独立属格(genitive absolute)结构,其中 ἑκάστου 是逻辑主语,现在分词 σπεύδοντος 作谓语。不定式 τυχεῖν 支配属格宾语 τῆς τιμῆς ταύτης(“获得这一荣誉”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.35.1-12.35.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.35.1-12.35.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。