§12.36.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀψεύδους Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Μενήνιον καὶ Πρόκλον Γεγάνιον Μακερῖνον.
アテナイでアプセウデスがアルコンのとき、ローマ人はティトス・メネニウスとプロクルス・ゲガニウス・マケリヌスを執政官に任命した。
ἐπὶ δὲ τούτων Σπάρτακος μὲν ὁ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, διεδέξατο δὲ τὴν ἀρχὴν Σέλευκος καὶ ἐβασίλευσεν ἔτη τετταράκοντα.
彼らの任期中、ボスポロスの王スパルタコスが7年間王位にあった後に死去し、セレウコスがその支配を継承して40年間王として統治した。
§12.36.2ἐν δὲ ταῖς Ἀθήναις Μέτων ὁ Παυσανίου μὲν υἱός, δεδοξασμένος δὲ ἐν ἀστρολογίᾳ, ἐξέθηκε τὴν ὀνομαζομένην ἐννεακαιδεκαετηρίδα, τὴν ἀρχὴν ποιησάμενος ἀπὸ μηνὸς ἐν Ἀθήναις σκιροφοριῶνος τρισκαιδεκάτης.
アテナイでは、パウサニアスの子であり、占星術において名声を得ていたメトンが、いわゆる19年周期を公表したが、彼はその起点をおおよそアテナイのスキロポリオーン月13日とした。
ἐν δὲ τοῖς εἰρημένοις ἔτεσι τὰ ἄστρα τὴν ἀποκατάστασιν ποιεῖται καὶ καθάπερ ἐνιαυτοῦ τινος μεγάλου τὸν ἀνακυκλισμὸν λαμβάνει·
そして、言及された年において、天体は回帰を遂げ、いわばある「大年」のような循環を完了する。
διὸ καί τινες αὐτὸν Μέτωνος ἐνιαυτὸν ὀνομάζουσι.
それゆえ、ある人々はこれを「メトンの年」とも呼んでいる。
§12.36.3δοκεῖ δὲ ὁ ἀνὴρ οὗτος ἐν τῇ προρρήσει καὶ προγραφῇ ταύτῃ θαυμαστῶς ἐπιτετευχέναι·
この男はこの予測と公表において驚くべき成功を収めたと思われる。
τὰ γὰρ ἄστρα τήν τε κίνησιν καὶ τὰς ἐπισημασίας ποιεῖται συμφώνως τῇ γραφῇ·
なぜなら、天体はその運動と気象の兆候を、彼の記述に一致させて行うからである。
διὸ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων οἱ πλεῖστοι τῶν Ἑλλήνων χρώμενοι τῇ ἐννεακαιδεκαετηρίδι οὐ διαψεύδονται τῆς ἀληθείας.
それゆえ、今日に至るまで、ギリシア人の大部分はこの19年周期を用いており、真実から外れることがない。
§12.36.4κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι τοὺς τὴν Σῖριν καλουμένην οἰκοῦντας μετοικίσαντες ἐκ τῆς πατρίδος καὶ ἰδίους προσθέντες οἰκήτορας, ἔκτισαν πόλιν τὴν ὀνομαζομένην Ἡράκλειαν.
イタリアにおいては、タラスの人々が、シリスと呼ばれる地に住む人々をその故郷から移住させ、自分たちの入植者を加えた上で、ヘラクレアと呼ばれる都市を創建した。