Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.33.1-12.33.4

雅典参战与科尔库拉科林斯海战

第 127 段,共 723 段 · 希腊语

内容简介

雅典议决同科尔库拉结盟并派遣援军后,科林斯与科尔库拉之间爆发了激烈的海战,最终在雅典增援船只的帮助下,科尔库拉人获得了胜利。

§12.33.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσιμάχου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Τίτον Κοΐντιον καὶ Μάρκον Γεγάνιον Μακερῖνον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ἕκτην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Θεόπομπος Θετταλός.
在雅典由吕西马科斯担任执政官时,罗马人任命了提图斯·昆克蒂乌斯和马尔库斯·格加尼乌斯·马凯里努斯为执政官,埃利斯人则举办了第八十六届奥林匹克运动会,在此届运动会上,帖萨利人狄奥蓬波斯获得了短跑比赛的冠军。
ἐπὶ δὲ τούτων Κερκυραῖοι μὲν πυνθανόμενοι τῶν παρασκευαζομένων ἐπʼ αὐτοὺς δυνάμεων τὸ πλῆθος, ἀπέστειλαν πρὸς Ἀθηναίους πρέσβεις ἀξιοῦντες αὐτοῖς βοηθῆσαι.
在他们任职期间,科尔库拉人得知了正准备用来对付他们的兵力之多,便向雅典人派遣使节,请求予以援助。
§12.33.2τὸ δʼ αὐτὸ καὶ Κορινθίων ποιησάντων, καὶ συναχθείσης ἐκκλησίας, διήκουσε τῶν πρέσβεων ὁ δῆμος, καὶ ἐψηφίσατο συμμαχεῖν Κερκυραίοις.
由于科林斯人也做了同样的事,在公民大会召开后,民众听取了使节们的陈述,并投票决定与科尔库拉人结盟。
διὸ καὶ παραχρῆμα μὲν ἐξέπεμψαν τριήρεις κατηρτισμένας δέκα, μετὰ δὲ ταῦτα πλείους ἐπηγγείλαντο πέμψειν, ἐὰν ᾖ χρεία.
因此,他们立即派遣了十艘装备完毕的三段桨船,并承诺此后如果有需要,将派遣更多的船只。
§12.33.3οἱ δὲ Κορίνθιοι τῆς τῶν Ἀθηναίων συμμαχίας ἀποτυχόντες, ἐνενήκοντα μὲν αὐτοὶ τριήρεις ἐπλήρωσαν, παρὰ δὲ τῶν συμμάχων ἑξήκοντα προσελάβοντο.
科林斯人未能获得雅典人的盟约,他们自己装备了九十艘三段桨船,并从盟友那里增调了六十艘。
ἔχοντες οὖν ναῦς κατηρτισμένας ἑκατὸν πεντήκοντα, καὶ στρατηγοὺς ἑλόμενοι τοὺς χαριεστάτους, ἀνήχθησαν ἐπὶ τὴν Κέρκυραν, κεκρικότες διὰ τάχους ναυμαχῆσαι.
于是,他们拥有了一百五十艘装备完毕的船只,并选拔了最优秀的将军,决定尽快进行海战,向科尔库拉出航。
§12.33.4οἱ δὲ Κερκυραῖοι πυνθανόμενοι τὸν τῶν πολεμίων στόλον μὴ μακρὰν ἀπέχειν, ἀντανήχθησαν τριήρεσιν ἑκατὸν εἴκοσι σὺν ταῖς τῶν Ἀθηναίων.
科尔库拉人得知敌人的舰队离得不远,便同雅典人的船只一起,率领一百二十艘三段桨船出航迎战。
γενομένης δὲ ναυμαχίας ἰσχυρᾶς, τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ Κορίνθιοι, μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπιφανέντων ἄλλαις εἴκοσι ναυσίν, ἃς ἀπεστάλκεσαν ἐν τῇ δευτέρᾳ συμμαχίᾳ, συνέβη νικῆσαι τοὺς Κερκυραίους.
一场激烈的海战爆发了,起初科林斯人占据优势,但在此后,当雅典人带着他们在第二次盟约(派遣)中送出的另外二十艘船只出现时,结果科尔库拉人赢得了胜利。
τῇ δʼ ὑστεραίᾳ πάντων τῶν Κερκυραίων ἐπιπλευσάντων οὐκ ἀνήχθησαν οἱ Κορίνθιοι.
第二天,尽管所有的科尔库拉人都驾船出击,科林斯人却没有出航迎战。

词汇与语法注释

  1. 12.33.1τῶν παρασκευαζομένων ἐπʼ αὐτοὺς δυνάμεων τὸ πλῆθος — πυνθανόμενοι(获悉)之宾语的结构。宾格的 τὸ πλῆθος(数量、规模)是直接宾语,修饰它的是属格短语 τῶν παρασκευαζομένων ... δυνάμεων(正准备的兵力)。另一种可能是在语法上将属格短语直接作为 πυνθάνομαι 的支配对象,而将 τὸ πλῆθος 视为关系宾格,但前一种理解更为自然。
  2. 12.33.2τὸ δʼ αὐτὸ καὶ Κορινθίων ποιησάντων — 以 Κορινθίων 为逻辑主语、ποιησάντων 为分词的属格绝对结构。表示科林斯人也做了同样的事(τὸ αὐτό),即前句所提到的“向雅典派遣使节寻求援助”。
  3. 12.33.3τῆς τῶν Ἀθηναίων συμμαχίας ἀποτυχόντες — 动词 ἀποτυγχάνω(未能获得、失败)支配属格(τῆς ... συμμαχίας)。在此处表示未能争取到与雅典人的同盟。
  4. 12.33.4συνέβη νικῆσαι τοὺς Κερκυραίους — 无人称动词 συνέβη(结果是、发生了…)后接一个宾格加不定式结构(νικῆσαι 为不定式,τοὺς Κερκυραίους 为其逻辑主语)作为该无人称动词的主语。直译为“科尔库拉人的获胜发生了”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.33.1-12.33.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.33.1-12.33.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。