§12.32.1τοῦ δʼ ἐνιαυσίου χρόνου διελθόντος Ἀθήνησι μὲν ἦρχεν Εὐθυμένης, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τρεῖς, Αὖλος Σεμπρώνιος, Λεύκιος Ἀτίλιος, Τίτος Κόιντος.
一年的时间过去后,在雅典由欧堤墨涅斯担任执政官,而在罗马,则任命了三位军事执政官来代替执政官:奥卢斯·塞姆普罗尼乌斯、卢基乌斯·阿提利乌斯和提图斯·昆克蒂乌斯。
ἐπὶ δὲ τούτων Κορίνθιοι μὲν ἡττημένοι τῇ ναυμαχίᾳ ναυπηγήσασθαι στόλον ἀξιολογώτερον ἔκριναν.
在他们任职期间,在海战中战败的科林斯人决定建造一支规模更大的舰队。
§12.32.2διόπερ ὕλην πολλὴν παρασκευασάμενοι καὶ ναυπηγοὺς ἐκ τῶν πόλεων μισθούμενοι μετὰ πολλῆς φιλοτιμίας κατεσκεύαζον τριήρεις καὶ ὅπλα καὶ βέλη παντοδαπά, καὶ καθόλου πάσας τὰς εἰς τὸν πόλεμον παρασκευὰς ἡτοίμαζον, καὶ τὰς μὲν ἐκ καταβολῆς τριήρεις ἐναυπηγοῦντο, τὰς δὲ πεπονηκυίας ἐθεράπευον, ἄλλας δὲ παρὰ τῶν συμμάχων μετεπέμποντο.
因此,他们准备了大量木材,并从各城市雇佣船匠,以极大的热忱建造三段桨船以及各种武器和箭矢,总之做好了战争的一切准备;他们有的是从头开始新造三段桨船,有的则是修理受损的船只,还有的则是从盟友那里征调过来。
§12.32.3τὸ δὲ παραπλήσιον καὶ τῶν Κερκυραίων ποιούντων, καὶ ταῖς φιλοτιμίαις οὐκ ἀπολιμπανομένων, φανερὸς ἦν ὁ πόλεμος αὔξησιν μεγάλην ληψόμενος.
由于科尔库拉人也做着类似的事情,在热忱上不甘落后,显然这场战争将会大大升级。
ἅμα δὲ τούτοις πραττομένοις Ἀθηναῖοι συνῴκισαν Ἀμφίπολιν, καὶ τῶν οἰκητόρων οὓς μὲν ἐκ τῶν πολιτῶν κατέλεξαν, οὓς δʼ ἐκ τῶν σύνεγγυς φρουρίων.
在进行这些事情的同时,雅典人殖民了安菲波利斯,在定居者中,他们有的是从公民中选拔,有的则是从附近的驻军中选拔。