Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.27.1-12.27.5

萨摩斯战争的爆发与伯里克利的远征

第 121 段,共 723 段 · 希腊语

内容简介

雅典与萨摩斯之间爆发了萨摩斯战争。记述了伯里克利首次制服萨摩斯并建立民主制、萨摩斯流亡派在波斯支持下发动的反击,以及伯里克利随后的再次包围。

§12.27.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμοκλέους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λαρῖνον Ἑρμίνιον καὶ Τίτον Στερτίνιον Στρούκτορα.
在雅典由提摩克利斯担任执政官时,罗马人任命拉里努斯·赫尔米尼乌斯和提图斯·斯特尔蒂尼乌斯·斯特鲁克托尔为执政官。
ἐπὶ δὲ τούτων Σάμιοι μὲν πρὸς Μιλησίους περὶ Πριήνης ἀμφισβητήσαντες εἰς πόλεμον κατέστησαν, ὁρῶντες δὲ τοὺς Ἀθηναίους ταῖς εὐνοίαις διαφέροντας πρὸς Μιλησίους, ἀπέστησαν ἀπʼ αὐτῶν.
在他们任期内,萨摩斯人因普里埃能与米利都人发生争执而陷入战争;他们看到雅典人在好意上偏向米利都人,便背叛了雅典人。
οἱ δὲ Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους ἔχοντα τριήρεις τετταράκοντα.
雅典人选派伯里克利为将军,派遣他率领四十艘三段击桨战船去对付萨摩斯人。
§12.27.2οὗτος δὲ πλεύσας ἐπὶ τὴν Σάμον παρεισελθὼν δὲ καὶ τῆς πόλεως ἐγκρατὴς γενόμενος κατέστησε δημοκρατίαν ἐν αὐτῇ.
他航行到萨摩斯,潜入并占领了该城,在城内建立了民主制。
πραξάμενος δὲ παρὰ τῶν Σαμίων ὀγδοήκοντα τάλαντα, καὶ τοὺς ἴσους ὁμήρους παῖδας λαβών, τούτους μὲν παρέδωκε τοῖς Λημνίοις, αὐτὸς δʼ ἐν ὀλίγαις ἡμέραις ἅπαντα συντετελεκὼς ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
他向萨摩斯人征收了八十塔兰同,并扣留了同等数量的孩子作为人质,将他们交托给雷姆诺斯人,而他自己在几天内完成了所有事务,返回了雅典。
§12.27.3ἐν δὲ τῇ Σάμῳ στάσεως γενομένης, καὶ τῶν μὲν αἱρουμένων τὴν δημοκρατίαν, τῶν δὲ βουλομένων τὴν ἀριστοκρατίαν εἶναι, ταραχὴ πολλὴ τὴν πόλιν ἐπεῖχε.
然而在萨摩斯发生了内讧,一些人选择民主制,另一些人则希望实行贵族制,巨大的动荡笼罩了该城。
τῶν δʼ ἐναντιουμένων τῇ δημοκρατίᾳ διαβάντων εἰς τὴν Ἀσίαν καὶ πορευθέντων εἰς Σάρδεις πρὸς Πισσούθνην τὸν τῶν Περσῶν σατράπην περὶ βοηθείας, ὁ μὲν Πισσούθνης ἔδωκεν αὐτοῖς στρατιώτας ἑπτακοσίους, ἐλπίζων τῆς Σάμου διὰ τούτου κυριεύσειν, οἱ δὲ Σάμιοι μετὰ τῶν δοθέντων αὐτοῖς στρατιωτῶν νυκτὸς πλεύσαντες εἰς τὴν Σάμον ἔλαθόν τε παρεισελθόντες, τῶν πολιτῶν συνεργούντων, ῥᾳδίως τʼ ἐκράτησαν τῆς Σάμου, καὶ τοὺς ἀντιπράττοντας αὐτοῖς ἐξέβαλον ἐκ τῆς πόλεως·
那些反对民主制的人渡海前往亚洲,到萨迪斯去见波斯总督皮苏特奈斯以求援助,皮苏特奈斯给了他们七百名士兵,希望能借此控制萨摩斯。 萨摩斯人带着分给他们的士兵在夜间航行到萨摩斯,在市民的协助下,成功在不被发觉的情况下潜入,轻易地控制了萨摩斯,并将反对他们的人逐出城外。
τοὺς δʼ ὁμήρους ἐκκλέψαντες ἐκ τῆς Λήμνου καὶ τὰ κατὰ τὴν Σάμον ἀσφαλισάμενοι, φανερῶς ἑαυτοὺς ἀπέδειξαν πολεμίους τοῖς Ἀθηναίοις.
他们从雷姆诺斯偷回了人质,巩固了萨摩斯的局势后,公开宣布自己为雅典人的敌人。
§12.27.4οἱ δὲ πάλιν Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους μετὰ νεῶν ἑξήκοντα.
雅典人再次选派伯里克利为将军,派遣他率领六十艘船去对付萨摩斯人。
μετὰ δὲ ταῦθʼ ὁ μὲν Περικλῆς ναυμαχήσας πρὸς ἑβδομήκοντα τριήρεις ἐνίκησε τοὺς Σαμίους, μεταπεμψάμενος δὲ παρὰ Χίων καὶ Μυτιληναίων ναῦς εἴκοσι πέντε μετὰ τούτων ἐπολιόρκησε τὴν Σάμον.
此后,伯里克利在与七十艘三段击桨战船的海战中击败了萨摩斯人,并从希俄斯人和米蒂利尼人那里调来二十五艘船,与这些船一起围攻萨摩斯。
§12.27.5μετὰ δέ τινας ἡμέρας Περικλῆς μὲν καταλιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀνέζευξεν, ἀπαντήσων ταῖς Φοινίσσαις ναυσίν, ἃς οἱ Πέρσαι τοῖς Σαμίοις ἦσαν ἀπεσταλκότες.
几天后,伯里克利留下一部分军队继续围攻,自己则率军出发,去迎击波斯人派往萨摩斯人那里的腓尼基船只。

词汇与语法注释

  1. §12.27.1ταῖς εὐνοίαις διαφέροντας — 意为“在好意方面胜出”,即“偏向”或“袒护”。不及物动词 διαφέρω(“优胜”、“杰出”)与表示方面的与格 ταῖς εὐνοίαις(好意)以及表示方向的介词短语 πρὸς Μιλησίους 连用,表明雅典人对米利都人抱有特殊的偏向与好感。
  2. §12.27.3ἔλαθόν τε παρεισελθόντες — 动词 λανθάνω(不定过去时 ἔλαθον,起副词作用)与分词 παρεισελθόντες(源自 παρεισέρχομαι,“潜入”)的结合。这是希腊语中典型的分词结构,意为“他们不知不觉地潜入了”,此处还插入了属格独立结构 τῶν πολιτῶν συνεργούντων(“在市民们协助下”)来解释情况。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.27.1-12.27.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.27.1-12.27.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。