§12.27.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμοκλέους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λαρῖνον Ἑρμίνιον καὶ Τίτον Στερτίνιον Στρούκτορα.
アテナイでティモクレスがアルコンの時、ローマ人はラリヌス・ヘルミニウスとティトゥス・ステルティニウス・ストルクトルを執政官に任命した。
ἐπὶ δὲ τούτων Σάμιοι μὲν πρὸς Μιλησίους περὶ Πριήνης ἀμφισβητήσαντες εἰς πόλεμον κατέστησαν, ὁρῶντες δὲ τοὺς Ἀθηναίους ταῖς εὐνοίαις διαφέροντας πρὸς Μιλησίους, ἀπέστησαν ἀπʼ αὐτῶν.
彼らの任期において、サモス人はプリエネをめぐってミレトス人と争い、戦争に突入した。 そして、アテナイ人が好意においてミレトス人の肩を持っているのを見て、彼らから離反した。
οἱ δὲ Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους ἔχοντα τριήρεις τετταράκοντα.
アテナイ人はペリクレスを将軍に選び、四十隻の三段櫂船を率いさせてサモス人のもとへと派遣した。
§12.27.2οὗτος δὲ πλεύσας ἐπὶ τὴν Σάμον παρεισελθὼν δὲ καὶ τῆς πόλεως ἐγκρατὴς γενόμενος κατέστησε δημοκρατίαν ἐν αὐτῇ.
彼はサモスに向けて航行し、そこに侵入して都市を制圧すると、そこに民主政を打ち立てた。
πραξάμενος δὲ παρὰ τῶν Σαμίων ὀγδοήκοντα τάλαντα, καὶ τοὺς ἴσους ὁμήρους παῖδας λαβών, τούτους μὲν παρέδωκε τοῖς Λημνίοις, αὐτὸς δʼ ἐν ὀλίγαις ἡμέραις ἅπαντα συντετελεκὼς ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
サモス人から八十タラントンを取り立て、同数の子供の人質を受け取ると、これらをレムノス人に引き渡し、自らは数日のうちにすべてを成し遂げてアテナイへと帰還した。
§12.27.3ἐν δὲ τῇ Σάμῳ στάσεως γενομένης, καὶ τῶν μὲν αἱρουμένων τὴν δημοκρατίαν, τῶν δὲ βουλομένων τὴν ἀριστοκρατίαν εἶναι, ταραχὴ πολλὴ τὴν πόλιν ἐπεῖχε.
しかし、サモスで内紛が生じ、一部の者が民主政を望み、他の者が貴族政を望んだため、大きな混乱が都市を支配した。
τῶν δʼ ἐναντιουμένων τῇ δημοκρατίᾳ διαβάντων εἰς τὴν Ἀσίαν καὶ πορευθέντων εἰς Σάρδεις πρὸς Πισσούθνην τὸν τῶν Περσῶν σατράπην περὶ βοηθείας, ὁ μὲν Πισσούθνης ἔδωκεν αὐτοῖς στρατιώτας ἑπτακοσίους, ἐλπίζων τῆς Σάμου διὰ τούτου κυριεύσειν, οἱ δὲ Σάμιοι μετὰ τῶν δοθέντων αὐτοῖς στρατιωτῶν νυκτὸς πλεύσαντες εἰς τὴν Σάμον ἔλαθόν τε παρεισελθόντες, τῶν πολιτῶν συνεργούντων, ῥᾳδίως τʼ ἐκράτησαν τῆς Σάμου, καὶ τοὺς ἀντιπράττοντας αὐτοῖς ἐξέβαλον ἐκ τῆς πόλεως·
民主政に反対する者たちがアジアへと渡り、ペルシアのサトラップであるピススネスのもとへと援助を求めてサルデイスに行くと、ピススネスは彼らに七百人の兵士を与えた。 これによってサモスを支配することを期待したからである。 サモス人たちは与えられた兵士たちとともに夜間にサモスへと航行し、市民たちの協力を得て、気づかれずに侵入することに成功し、容易にサモスを制圧して、彼らに敵対する者たちを都市から追放した。
τοὺς δʼ ὁμήρους ἐκκλέψαντες ἐκ τῆς Λήμνου καὶ τὰ κατὰ τὴν Σάμον ἀσφαλισάμενοι, φανερῶς ἑαυτοὺς ἀπέδειξαν πολεμίους τοῖς Ἀθηναίοις.
そして、レムノスから人質を盗み出し、サモスの情勢を固めると、公然とアテナイ人に対する敵としての姿勢を示した。
§12.27.4οἱ δὲ πάλιν Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους μετὰ νεῶν ἑξήκοντα.
アテナイ人は再びペリクレスを将軍に選び、六十隻の船とともにサモス人に向けて派遣した。
μετὰ δὲ ταῦθʼ ὁ μὲν Περικλῆς ναυμαχήσας πρὸς ἑβδομήκοντα τριήρεις ἐνίκησε τοὺς Σαμίους, μεταπεμψάμενος δὲ παρὰ Χίων καὶ Μυτιληναίων ναῦς εἴκοσι πέντε μετὰ τούτων ἐπολιόρκησε τὴν Σάμον.
その後、ペリクレスは七十隻の三段櫂船を相手に海戦を行ってサモス人に勝利し、キオス人とミュティレネ人から二十五隻の船を呼び寄せて、これらとともにサモスを包囲した。
§12.27.5μετὰ δέ τινας ἡμέρας Περικλῆς μὲν καταλιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀνέζευξεν, ἀπαντήσων ταῖς Φοινίσσαις ναυσίν, ἃς οἱ Πέρσαι τοῖς Σαμίοις ἦσαν ἀπεσταλκότες.
数日後、ペリクレスは包囲戦のために軍の一部を残して出帆した。 ペルシア人がサモス人に送っていたフェニキアの船を迎え撃つためであった。