§12.26.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Διφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Ὁράτιον καὶ Λεύκιον Οὐαλέριον Τούρπινον.
在雅典由狄菲洛斯担任执政官时,罗马人任命马尔库斯·奥拉提乌斯和卢基乌斯·瓦莱里乌斯·图尔皮努斯为执政官。
ἐπὶ δὲ τούτων, ἐν τῇ Ῥώμῃ τῆς νομοθεσίας διὰ τὴν στάσιν ἀσυντελέστου γενομένης, οἱ ὕπατοι συνετέλεσαν αὐτήν· τῶν γὰρ καλουμένων δώδεκα πινάκων οἱ μὲν δέκα συνετελέσθησαν, τοὺς δʼ ὑπολειπομένους δύο ἀνέγραψαν οἱ ὕπατοι.
在他们任期内,由于罗马的内讧导致立法未完成,执政官们完成了这一工作;因为在所谓的“十二表”中,十表已经完成,执政官们则撰写了剩下的两表。
καὶ τελεσθείσης τῆς ὑποκειμένης νομοθεσίας, ταύτην εἰς δώδεκα χαλκοῦς πίνακας χαράξαντες οἱ ὕπατοι προσήλωσαν τοῖς πρὸ τοῦ βουλευτηρίου τότε κειμένοις ἐμβόλοις.
当呈递的立法完成后,执政官们将其刻在十二块青铜板上,钉在当时位于议事堂前的演坛上。
ἡ δὲ γραφεῖσα νομοθεσία, βραχέως καὶ ἀπερίττως συγκειμένη, διέμεινε θαυμαζομένη μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.
这部撰写成的立法,结构简练、毫无赘余,一直受到赞赏,直到我们的时代。
§12.26.2τούτων δὲ πραττομένων τὰ πλεῖστα τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν ἐν ἡσυχίᾳ ὑπῆρχε, πάντων σχεδὸν εἰρήνην ἀγόντων.
在进行这些事情时,已知世界的大多数民族都处于宁静之中,几乎所有人都在享受和平。
οἱ μὲν γὰρ Πέρσαι διττὰς συνθήκας εἶχον πρὸς τοὺς Ἕλληνας, τὰς μὲν πρὸς Ἀθηναίους καὶ τοὺς συμμάχους αὐτῶν, ἐν αἷς ἦσαν αἱ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις αὐτόνομοι, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὕστερον ἐγράφησαν, ἐν αἷς τοὐναντίον ἦν γεγραμμένον ὑπηκόους εἶναι τοῖς Πέρσαις τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις.
因为波斯人与希腊人之间有双重条约:一份是与雅典人及其同盟国达成的,其中规定亚洲的希腊城市享有自治;另一份是后来与拉刻代蒙人签署的,其中相反地写道,亚洲的希腊城市臣属于波斯人。
ὁμοίως δὲ καὶ τοῖς Ἕλλησι πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνη, συντεθειμένων τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων σπονδὰς τριακονταετεῖς.
同样,希腊人彼此之间也享有和平,因为雅典人和拉刻代蒙人缔结了三十年的休战协定。
§12.26.3ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν Σικελίαν εἰρηνικὴν εἶχε κατάστασιν, Καρχηδονίων μὲν πεποιημένων συνθήκας πρὸς Γέλωνα, αὐτῶν δὲ τῶν κατὰ τὴν Σικελίαν πόλεων Ἑλληνίδων τὴν ἡγεμονίαν Συρακοσίοις συγκεχωρηκυιῶν, καὶ τῶν Ἀκραγαντίνων μετὰ τὴν ἧτταν τὴν γενομένην περὶ τὸν Ἱμέραν ποταμὸν συλλελυμένων πρὸς τοὺς Συρακοσίους.
同样,西西里的局势也处于和平状态,因为迦太基人已与盖隆缔结条约,且西西里的希腊城市自身也已将霸权让予叙拉古人,而阿克拉加斯人在希梅拉河附近的战败后,也已与叙拉古人达成和解。
§12.26.4ἡσύχαζε δὲ καὶ τὰ κατὰ τὴν Ἰταλίαν ἔθνη καὶ Κελτικήν, ἔτι δʼ Ἰβηρίαν καὶ τὴν ἄλλην σχεδὸν ἅπασαν οἰκουμένην.
意大利和凯尔特地区的民族,以及伊比利亚和几乎所有其他已知世界也都处于和平之中。
διόπερ πολεμικὴ μὲν καὶ ἀξία μνήμης πρᾶξις οὐδεμία συνετελέσθη κατὰ τούτους τοὺς χρόνους, εἰρήνη δὲ μία συνετελέσθη, καὶ πανηγύρεις καὶ ἀγῶνες καὶ θεῶν θυσίαι καὶ τἄλλα τὰ πρὸς εὐδαιμονίαν ἀνήκοντα παρὰ πᾶσιν ἐπεπόλαζεν.
因此,在这一时期没有进行任何值得纪念的战争行动,而是达成了一致的和平,节日、竞技、向神明献祭以及其他属于幸福的事物在所有人中间盛行。