§12.25.1ἅμα δʼ ἡμέρᾳ γνωσθείσης τῆς τῶν στρατιωτῶν μισοπονηρίας οἱ μὲν δέκα νομογράφοι βοηθοῦντες τῷ συνάρχοντι συνῆγον πολλοὺς τῶν νέων, ὡς διὰ τῶν ὅπλων κριθησόμενοι· μεγάλης δʼ ἐμπεσούσης φιλοτιμίας οἱ χαριέστατοι τῶν πολιτῶν, προορώμενοι τὸ μέγεθος τοῦ κινδύνου, διεπρεσβεύσαντο πρὸς ἀμφοτέρους περὶ συλλύσεως, καὶ μετὰ πολλῆς σπουδῆς ἐδέοντο λῆξαι τῆς στάσεως καὶ μὴ περιβαλεῖν τὴν πατρίδα μεγάλαις συμφοραῖς.
ἅμα δʼ ἡμέρᾳ 天刚亮时,士兵们对恶行的义愤传开,十人立法委员为了援助同僚,聚集了许多年轻人,仿佛要用武器来决一胜负;但由于产生了极大的对抗情绪,市民中最为明达的人预见到危险的严重性,便向双方派去使者商讨和解,并极其热切地恳求他们平息内讧,不要使祖国陷入巨大的灾难。
§12.25.2τέλος δὲ πεισθέντων ἁπάντων ὁμολογίας ἔθεντο πρὸς ἀλλήλους, ὥστε δέκα αἱρεῖσθαι δημάρχους μεγίστας ἔχοντας ἐξουσίας τῶν κατὰ τὴν πόλιν ἀρχόντων, καὶ τούτους ὑπάρχειν οἱονεὶ φύλακας τῆς τῶν πολιτῶν ἐλευθερίας· τῶν δὲ κατʼ ἐνιαυτὸν γινομένων ὑπάτων τὸν μὲν ἕνα ἐκ τῶν πατρικίων αἱρεῖσθαι, καὶ τὸν ἕνα πάντως ἀπὸ τοῦ πλήθους καθίστασθαι, ἐξουσίας οὔσης τῷ δήμῳ καὶ ἀμφοτέρους τοὺς ὑπάτους ἐκ τοῦ πλήθους αἱρεῖσθαι.
τέλος δὲ 最终,在所有人被说服后,他们彼此达成了协议:选举十名在城内政务官中拥有最大权力的护民官,并由他们充当市民自由的所谓守护者;在每年选举的执政官中,一人须从贵族中选出,另一人则必须从平民中任命,且民众也有权将两名执政官都从平民中选出。
§12.25.3τοῦτο δʼ ἔπραξαν ταπεινῶσαι σπεύδοντες τὴν τῶν πατρικίων ὑπεροχήν· οἱ γὰρ ἄνδρες οὗτοι διά τε τὴν εὐγένειαν καὶ τὸ μέγεθος τῆς ἐκ τῶν προγόνων αὐτοῖς παρακολουθούσης δόξης ὡσεί τινες κύριοι τῆς πόλεως ὑπῆρχον.
τοῦτο δʼ ἔπραξαν 他们之所以这样做,是因为急于削弱贵族的优势地位;因为这些人由于高贵的出身和祖辈流传下来的巨大声望,几乎成了城邦的主宰。
ἐν δὲ ταῖς ὁμολογίαις προσέκειτο τοῖς ἄρξασι δημάρχοις τὸν ἐνιαυτόν, ἀντικαθιστάναι πάλιν δημάρχους τοὺς ἴσους ἢ τοῦτο μὴ πράξαντας ζῶντας κατακαυθῆναι· ἐὰν δὲ οἱ δήμαρχοι μὴ συμφωνῶσι πρὸς ἀλλήλους, κύριοι εἶναι τὸν ἀνὰ μέσον κείμενον μὴ κωλύεσθαι.
在协议中还附加规定:任职满一年的护民官必须同样指定同等数量的护民官作为继任者,否则将被活活烧死;如果护民官之间未能达成一致,则介入者(行使否决权者)不得受到阻碍。
τὴν μὲν οὖν ἐν Ῥώμῃ στάσιν τοιαύτης συλλύσεως τυχεῖν συνέβη.
于是,罗马的内讧便以这样的和解告终。